KJV Verses Codex Claromontanus D06 from BibleWorks 10. This is the Uncorrected Original 5th/6th Century Codex (Tischendorf transcription).

Rom 1:1 
Rom 1:2 
Rom 1:3 
Rom 1:4 
Rom 1:5 
Rom 1:6 
Rom 1:7 
Rom 1:8 πρωτον μεν ευχαριστω τω θεω μου δια ιησου χριστου περι παντων υμων οτι η πιστις υμων καταγγελλετε εν ολω τω κοσμω
Rom 1:9 μαρτυρ γα[ρ] μοι εστιν ο θεος ω λατρευω εν τω πνευματι μου εν τω ευαγγελιω του υιου αυτου ως αδιαλιπτως μνιαν υμων ποιουμαι
Rom 1:10 παντοτε επι των προσευχων μου δεομενος ει πως ηδη ποτε ευοδωθησομαι εν τω θεληματι του θεου ελθειν προς υμας
Rom 1:11 επιποθω γαρ ιδειν υμας ινα τι μεταδω χαρισμα υμειν πνευματικον εις το στηριχθηναι υμας
Rom 1:12 τουτο δε εστιν συνπαρακληθηναι εν υμειν δια της εν αλληλοις πιστεως υμων τε και εμου
Rom 1:13 ουκ οιομε δε υμας αγνοειν αδελφοι οτι πολλακις προεθεμην ελθειν προς υμας και εκωλυθην αχρι του δευρο ινα τι καρπον σχω και εν υμειν καθως και εν τοις λοιποις εθνεσιν
Rom 1:14 ελλησιν τε και βαρβαροις σοφοις τε και ανοητοις οφιλετης ειμι
Rom 1:15 ουτως το κατ εμε προθυμον και εν υμειν τοις εν ρωμη ευαγγελισασθε
Rom 1:16 ου γαρ επεσχυνομαι το ευαγγελιον δυναμις γαρ θεου εστιν εις σωτηριαν παντι τω πιστευοντι ιουδαιω τε πρωτον και ελληνι
Rom 1:17 δικαιοσυνη γαρ θεου εν αυτω αποκαλυπτεται εκ πιστεως εις πιστιν καθως γεγραπται ο δε δικαιος εκ πιστεως ζησεται
Rom 1:18 αποκαλυπτεται γαρ οργη θεου απ ουρανου επι πασαν ασεβειαν και αδικιαν των ανθρωπων των την αληθειαν εν αδικια κατεχοντων
Rom 1:19 οτι το γνωστον του θεου φανερον εστιν εν αυτοις ο θεος γαρ αυτοις εφανερωσεν
Rom 1:20 τα γαρ αορατα αυτου απο κτισεως κοσμου τοις ποιημασιν νοουμεν καθοραται η τε αιδιος αυτου δυναμεις και θειοτης εις το ειναι αυτους αναπολογητους
Rom 1:21 διοτι γνοντες τον θεον ουχ ως θεον εδοξασαν η ηυχαρισθησαν αλλ εματεωθησαν εν τοις διαλογισμοις αυτων και εσκοτισθη η ασυνετος καρδια αυτων
Rom 1:22 φασκοντες ειναι σοφοι εμωρανθησαν
Rom 1:23 και ηλλαξαν την δοξαν του αφθαρτου θεου εν ομοιωματι εικονος φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων
Rom 1:24 διο και παρεδωκεν αυτους ο θεος εν ταις επιθυμιαις των καρδιων αυτων εις ακαθαρσιαν του ατειμαζεσθαι τα σωματα αυτων εν αυτοις
Rom 1:25 οιτινες μετηλλαξαν την αληθιαν του θεου εν τω ψευδει και εσεβασθησαν και ελατρευσαν τη κτισει παρα τον κτισαντα ος εστιν ευλογητος εις τους αιωνας αμην
Rom 1:26 δια τουτο παρεδωκεν αυτους ο θεος εις παθη ατιμειας αι τε γαρ θηλιαι αυτων μετηλλαξαν την φυσικην κτισιν εις την παρα φυσιν χρησιν
Rom 1:27 ομοιως δε και οι αρσενες αφεντες την φυσικην χρησιν της θηλειας εξεκαυθησαν εν τη ορεξι αυτων εις αλληλους αρσενες εν αρσεσιν την ασχημοσυνην κατεργαζομενοι και την αντιμισθειαν ην εδι της πλανης αυτων εν εαυτοις απολαμβανοντες
Rom 1:28 και καθως ουκ εδοκιμασαν τον θεον εχειν εν επιγνωσει παρεδωκεν αυτους ο θεος εις αδοκειμον νουν ποιειν τα μη καθηκοντα
Rom 1:29 πεπληρωμενους παση αδικεια κακεια πορνεια πλεονεξεια μεστους φθονου φονου εριδος δολου κακοηθειας ψιθυριστας
Rom 1:30 κακολαλους θεοστυγις υβριστας υπερηφανους αλαζονας εφευρετας κακων γονευσιν απιθεις
Rom 1:31 ασυνετους ασυνθετους αστοργους ανελεημονας
Rom 1:32 οιτινες το δικαιωμα του θεου επιγνοντες ουκ ενοησαν οτι οι τα τοιαυτα πρασσοντες αξιοι θανατου εισειν ου μονον γαρ αυτα ποιουσιν αλλα και συνευδοκουσιν τοις πρασσουσιν
Rom 2:1 διο αναπολογητος ει ω ανθρωπε πας ο κρεινων εν ω γαρ κρινεις τον ετερον σεαυτον κατακρεινεις τα γαρ αυτα πρασσεις ο κρεινων
Rom 2:2 οιδαμεν δε οτι το κρειμα του θεου εστιν κατ αληθειαν επει τους τα τοιαυτα πρασσοντας
Rom 2:3 λογιζη δε τουτο ω ανθρωπε ο κρεινων τους τα τοιαυτα πρασσοντας και ποιων αυτα οτι συ εκφευξη το κριμα του θεου
Rom 2:4 η του πλουτου της χρηστοτητος αυτου και της ανοχης και της μακροθυμιας καταφρονεις αγνοων οτι το χρηστον του θεου εις μετανοιαν σε αγει
Rom 2:5 κατα δε την σκληροτητα σου και αμετανοητον καρδιαν θησαυριζεις σεαυτω οργην εν ημερα οργης και αποκαλυψεως δικαιοκρισιας του θεου
Rom 2:6 ος αποδωσει εκαστω κατα τα εργα αυτου
Rom 2:7 τοις μεν καθ υπομονην εργου αγαθου δοξαν και τειμην και αφθαρσειαν ζητουσιν ζωην αιωνιον
Rom 2:8 τοις δε εξ εριθιας και απιθουσιν τη αληθεια πειθομενοις δε τη αδικεια οργη και θυμος
Rom 2:9 θλιψεις και στενοχωρια επι πασαν ψυχην ανθρωπου του κατεργαζομενου το κακον ιουδαιου τε πρωτον και ελληνος
Rom 2:10 δοξα δε και τειμη και ειρηνη παντι τω εργαζομενω το αγαθον ιουδαιω τε πρωτον και ελληνι
Rom 2:11 ου γαρ εστιν προσωπολημψια παρα θεω
Rom 2:12 οσοι γαρ ανομως ημαρτον ανομως και απολουνται και οσοι εν νομω ημαρτον δια νομου κριθησονται
Rom 2:13 ου γαρ οι ακροαται μου δικαιοι παρα θεω αλλ οι ποιηται νομου δικαιωθησονται
Rom 2:14 οταν γαρ εθνη τα μη νομον εχοντα φυσει τα του νομου ποιουσιν ουτοι νομον μη εχοντες εαυτοις εισιν νομος
Rom 2:15 οιτινες ενδεικνυνται το εργον του νομου γραπτον εν ταις καρδιαις αυτων συμμαρτυρουσης της συνειδησεως αυτων και μεταξυ αλληλων των λογισμων κατηγορουντων η και απολογουμενων
Rom 2:16 εν ημερα οτε κρινει ο θεος τα κρυπτα των ανθρωπων κατα το ευαγγελιον μου δια ιησου χριστου του κυριου ημων
Rom 2:17 ει δε συ ιουδαιος επονομαζη και επαναπαυη νομω και καυχασε εν θεω
Rom 2:18 και γεινωσκεις το θελημα και δοκιμαζεις τα διαφεροντα κατηχουμενος εκ του νομου
Rom 2:19 πεποιθας τε σεαυτον οδηγον ειναι τυφλων φως των εν σκοτει
Rom 2:20 παιδευτην αφρονων διδασκαλον νηπιων εχοντα την μορφωσιν της γνωσεως και της αληθειας εν τω νομω
Rom 2:21 οουν διδασκων ετερον σεαυτον ου διδασκεις ο κηρυσσων μη κλεπτειν κλεπεις
Rom 2:22 ο λεγων μη μοιχευειν μοιχευεις ο βδελυσσομενος τα ειδωλα ιεροσυλεις
Rom 2:23 ος εν νομω καυχασαι δια της παραβασεως του νομου τον θεον ατειμαζεις
Rom 2:24 το γαρ ονομα του θεου δι υμας βλασφημειται εν τοις εθνεσιν καθως γεγραπται
Rom 2:25 περιτομη μεν γαρ ωφελει εαν νομον φυλασσης εαν δε παραβατης νομου ης η περιτομη σου ακροβυστια γεγονεν
Rom 2:26 εαν ουν η ακροβυστια τα δικαιωματα του νομου φυλασση ουχι η ακροβυστια αυτου εις περιτομην λογισθησεται
Rom 2:27 και κρινει η εκ φυσεως ακροβυστεια τον νομον τελουσα σε τον δια γραματος και περιτομης παραβατην νομου
Rom 2:28 ου γαρ ο εν τω φανερω ιουδαιος εστιν ουδε η εν τω φανερω εν σαρκι περιτομη
Rom 2:29 αλλα ο εν τω κρυπτω ιουδαιος και περιτομη καρδιας εν πνευματι ου γραμματι ου ο επαι ουκ εξ ανθρωπων αλλ εκ του θεου εστιν
Rom 3:1 τι ουν το περισσον του ιουδαιου η τις η ωφελια της περιτομης
Rom 3:2 πολυ κατα παντα τροπον πρωτον μεν οτι επιστευθησαν τα λογια του θεου
Rom 3:3 τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει
Rom 3:4 μη γενοιτο γεινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθως γεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νεικησεις εν τω κρεινεσθε σε
Rom 3:5 ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω
Rom 3:6 μη γενοιτο επι πω κρινει ο θεος τον κοσμον
Rom 3:7 ει γαρ η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρεινομαι
Rom 3:8 και μη καθως βλασφημουμεθα και καθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν
Rom 3:9 τι ουν προκατεχομεν περισσον ητιασαμεθα ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι
Rom 3:10 καθως γεγραπται οτι ουκ εστιν δικαιος ου εις
Rom 3:11 ουκ εστιν ο συνειων ουκ εστιν ο εκζητων τον θεον
Rom 3:12 παντες εξεκλειναν αμα ηχρεωθησαν ουκ εστιν ο ποιων χρηστοτητα ουκ εστιν εως ενος
Rom 3:13 ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτω
Rom 3:14 ων το στομα αρας και πικριας γεμη
Rom 3:15 οξεις οι ποδες αυτων εκχεαι αιμα
Rom 3:16 συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων
Rom 3:17 και οδον ειρηνης ουκ εγνωσαν
Rom 3:18 ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων
Rom 3:19 οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λεγει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω
Rom 3:20 διοτι ου δικαιωθησεται εξ εργων νομου πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας
Rom 3:21 νυνει δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρομενη υπο του νομου και των προφητων
Rom 3:22 δικαιοσυνη δε θεου δια πιστεως ιησου χριστου εις παντας και επι παντας τους πιστευοντας ου γαρ εστιν διαστολη
Rom 3:23 παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου
Rom 3:24 δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου
Rom 3:25 ον προεθετο ο θεος ειλαστηριον δια πιστεως εν τω αυτου αιματι εις ενδιξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματω
Rom 3:26 εν τη ανοχη του θεου προς την ενδιξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουν τον εκ πιστεως ιησουν
Rom 3:27 που ουν η καυχησις εξεκλισθη δια ποιου νομου των εργων ουκ αλλα νομου πιστεως
Rom 3:28 λογιζομεθα γαρ δικαιουσθαι πιστι ανθρωπον χωρις εργων νομου
Rom 3:29 η ιουδαιων ο θεος μονος ουχι και εθνων ναι και εθνων
Rom 3:30 επειπερ εις θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως
Rom 3:31 νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον περιστανομεν
Rom 4:1 τι ουν ερουμεν ευρηκεναι αβρααμ τον πατερα ημων κατα σαρκα
Rom 4:2 ει γαρ αβρααμ εξ εργων εδικαιωθη εχει καυχημα αλλ ου προς θεον
Rom 4:3 τι γαρ η γραφη λεγει επιστευσεν αβρααμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην
Rom 4:4 τω δε εργαζομενω ο μισθος ου λογιζεται κατα χαριν αλλα κατα οφιλεμα
Rom 4:5 τω δε μη εργαζομενω πιστευοντι δε επι τον δικαιουντα τον ασεβην λογιζεται η πιστις αυτου εις δικαιοσυνην
Rom 4:6 καθως και ο δαυειδ λεγει τον μακαρισμον του ανθρωπου ω ο θεος λογιζεται δικαιοσυνην χωρις εργων
Rom 4:7 μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
Rom 4:8 μακαριος ανηρ ου ου μη λογισηται κυριος αμαρτιαν
Rom 4:9 ομακαρισμος ουν ουτος επι την περιτομην μονον η και επι την ακροβυστιαν λεγομεν γαρ ελογισθη τω αβρααμ η πιστις εις δικαιοσυνην
Rom 4:10 πως ουν ελογισθη εν περιτομη οντι η εν ακροβυστεια ουκ εν περιτομη αλλ εν ακροβυστεια
Rom 4:11 και σημειον ελαβεν περιτομης σφραγιδα της δικαιοσυνης της πιστεως της εν ακροβυστια εις το ειναι αυτον πατερα παντων των πιστευοντων δι ακροβυστιας εις το λογισθηναι και αυτοις δικαιοσυνην
Rom 4:12 και πατερα περιτομης τοις ουκ εκ περιτομης μονον αλλα και τοις στοιχουσιν τοις ιχνεσιν της πιστεως της εν ακροβυστια πιστεως του πατρος ημων αβρααμ
Rom 4:13 ου γαρ δια νομου η επαγγελια τω αβρααμ η τω σπερματι αυτου το κληρονομον αυτον ειναι κοσμου αλλα δια δικαιοσυνης πιστεως
Rom 4:14 ει γαρ οι εκ νομου κληρονομοι κεκενωται η πιστις και κατηργηται η επαγγελια
Rom 4:15 ο γαρ νομος οργην κατεργαζετε ου γαρ ουκ εστιν νομος ουδε παραβασις
Rom 4:16 δια τουτο εκ πιστεως ιησου ινα κατα χαριν εις το ειναι βεβαιαν την επαγγελιαν παντι τω σπερματι ου τω εκ του νομου μονον αλλα και τω εκ πιστεως αβρααμ ος εστιν πατηρ παντων ημων
Rom 4:17 καθως γεγραπται οτι πατερα πολλων εθνων τεθεικα σε κατεναντι ου επιστευσαν θεου του ζωοποιουντος τους νεκρους και καλουντος τα μη οντα ως οντα
Rom 4:18 ος παρ ελπιδα εφ ελπιδι επιστευσεν εις το γενεσθαι αυτον πατερα πολλων εθνων κατα το ειρημενον ουτωσται το σπερμα σου
Rom 4:19 και μη ασθενησας εν τη πιστει ου κατενοησεν το εαυτου σωμα ηδη νενεκρωμενον εκατονταετης που υπαρχει και την νεκρωσιν της μητρας σαρρας
Rom 4:20 εις δε την επαγγελιαν του θεου ου διεκριθη τη απιστεια αλλ ενεδυναμωθη τη πιστει δους δοξαν τω θεω
Rom 4:21 πληροφορηθεις οτι ο επηγγελται δυνατος εστιν και ποιησαι
Rom 4:22 διο ελογισθη αυτω εις δικαιοσυνην
Rom 4:23 ουκ εγραφη δε μονον δι αυτον οτι ελογισθη αυτω
Rom 4:24 αλλα και δι ημας οις μελλει λογιζεσθαι τοις πιστευουσιν επει τον εγειραντα ιησουν τον κυριον ημων εκ νεκρων
Rom 4:25 ος παρεδοθη δια τα παραπτωματα ημων και ηγερθη δια την δικαιωσιν ημων
Rom 5:1 δικαιωθεντες ουν εκ πιστεως ειρηνην εχωμεν προς τον θεον δια του κυριου ημων ιησου χριστου
Rom 5:2 δι ου και την προσαγωγην εσχηκαμε εις την χαριν ταυτην εν η εστηκαμεν και καυχωμεθα εφ ελπιδι της δοξης του θεου
Rom 5:3 ου μονον δε τουτο αλλα και καυχωμεθα εν ταις θλιψεσιν ειδοτες οτι η θλιψεις υπομονην κατεργαζετε
Rom 5:4 η δε υπομονη δοκιμην η δε δοκιμη ελπιδα
Rom 5:5 ηδε ελπεις ου καταισχυνει οτι η αγαπη του θεου εκκεχυται εν ταις καρδιαις ημων δια πνευματος αγιου του δοθεντος ημειν
Rom 5:6 ετι γαρ χριστος οντων ημων ασθενων ετι κατα καιρον υπερ ασεβων απεθανεν
Rom 5:7 μολις γαρ υπερ δικαιου τις αποθανειται υπερ γαρ του αγαθου ταχα τις και τολμα αποθανειν
Rom 5:8 συνιστησιν δε την εαυτου αγαπην ο θεος εις ημας οτι ετι αμαρτωλων οντων μων χριστος υπερ ημων απεθανεν
Rom 5:9 πολλω μαλλον δικαιωθεντες νυν εν τω αιματι αυτου σωθησομεθα δι αυτου απο της οργης
Rom 5:10 ει γαρ εχθροι οντες κατηλλαγημεν τω θεω δια του θανατου του υιου αυτου πολλω μαλλον καταλλαγεντες σωθησομεθα εν τη ζωη αυτου
Rom 5:11 ου μονον δε τουτο αλλα και καυχωμενοι εν τω θεω δια του κυριου ημων ιησου χριστου δι ου νυν την καταλλαγην ελαβομεν
Rom 5:12 δια τουτο ωσπερ δι ενος ανθρωπου εις τον κοσμον η αμαρτια εισηλθεν και δια της αμαρτιας ο θανατος και ουτως εις παντας ανθρωπους διηλθεν εφ ω παντες ημαρτον
Rom 5:13 αχρι γαρ νομου αμαρτια ην εν κοσμω αμαρτια δε ουκ ενλογειται μη οντος νομου
Rom 5:14 αλλα εβασιλευσεν ο θανατος απο αδαμ μεχρι μωυσεως και επι τους μη αμαρτησαντας επι τω ομοιωματι της παραβασεως αδαμ ος εστιν τυπος του μελλοντος
Rom 5:15 αλλ ουχ ως το παραπτωμα ουτως και το χαρισμα ει γαρ τω του ενος παραπτωματι οι πολλοι απεθανον πολλω μαλλον η χαρις του θεου και η δωρεα εν χαριτι τη του ενος ανθρωπου ιησου χριστου εις τους πολλους επερισσευσεν
Rom 5:16 και ουχ ως δι ενος αμαρτηματος το δωρημα το μεν γαρ κριμα εξ ενος εις κατακριμα το δε χαρισμα εκ πολλων παραπτωματων εις δικαιωμα ζωης
Rom 5:17 ει γαρ εν τω ενι παραπτωματι ο θανατος εβασιλευσεν δια του ενος πολλω μαλλον οι την περισσειαν της χαριτος και της δωρεας της δικαιοσυνης λαμβανοντες εν ζωη βασιλευσουσιν δια του ενος ιησου χριστου
Rom 5:18 αρα ουν ως δι ενος παραπτωματος εις παντας ανθρωπους εις κατακριμα ουτως και δι ενος το δικαιωμα εις παντας ανθρωπους εις δικαιωσιν ζωης
Rom 5:19 ωσπερ γαρ δια της παρακοης του ενος ανθρωπου αμαρτωλοι κατεσταθησαν οι πολλοι ουτως και δια της υπακοης του ενος ανθρωπου δικαιοι κατασταθησονται οι πολλοι
Rom 5:20 νομος δε παρισηλθεν ινα πλεοναση το παραπτωμα ου δε επλεονασεν η αμαρτια υπερεπερισσευσεν η χαρις
Rom 5:21 ινα ωσπερ εβασιλευσεν η αμαρτια εν τω θανατω ουτως και η χαρις βασιλευση δια δικαιοσυνης εις ζωην αιωνιον δια ιησου χριστου του κυριου ημων
Rom 6:1 τι ουν ερουμεν επιμενωμεν τη αμαρτια ινα η χαρις πλεοναση
Rom 6:2 μη γενοιτο οιτινες απεθανομεν τη αμαρτια πως ετι ζησομεν εν αυτη
Rom 6:3 η αγνοειτε οτι οσοι εβαπτισθημεν εις χριστον ιησουν εις τον θανατον αυτου εβαπτισθημεν
Rom 6:4 συνεταφημεν ουν αυτω δια του βαπτισματος εις θανατον ινα ωσπερ ηγερθη χριστος εκ νεκρων υ?π?ο? της δοξης του πατρος ουτως και ημεις εν καινοτητι ζωης περιπατησωμεν
Rom 6:5 ει γαρ συνφυτοι γεγοναμεν τω ομοιωματι του θανατου αυτου αλλα και της αναστασεως εσομεθα
Rom 6:6 τουτο γεινωσκοντες οτι ο παλαιος ημων ανθρωπος συνεσταυρωθη ινα καταργηθη το σωμα της αμαρτιας του μηκετι δουλευειν ημας τη αμαρτια
Rom 6:7 ο γαρ αποθανων δεδικαιωται απο της αμαρτιας
Rom 6:8 ει δε απεθανομεν συν χριστω πιστευομεν οτι και συνζησομεν τω χριστω
Rom 6:9 ειδοτες οτι χριστος εγερθις εκ νεκρων ουκετι αποθνησκει θανατος αυτου ουκετι κυριευει
Rom 6:10 ο γαρ απεθανεν τη αμαρτια απεθανεν εφαπαξ ο δε ζη ζη τω θεω
Rom 6:11 ουτως και υμεις λογιζεσθαι εαυτους νεκρους μεν τη αμαρτια ζωντας δε τω θεω εν χριστω ιησου
Rom 6:12 μη ουν βασιλευετω η αμαρτια εν τω θνητω υμων σωματι εις το υπακουειν αυτη
Rom 6:13 μηδε παριστανετε τα μελη υμων οπλα αδικιας τη αμαρτια αλλα παραστησατε εαυτους τω θεω ως εκ νεκρων ζωντες και τα μελη υμων οπλα δικαιοσυνης τω θεω
Rom 6:14 αμαρτια γαρ υμων ου κυριευσει ου γαρ εσται υπο νομον αλλα υπο χαριν
Rom 6:15 τι ουν αμαρτησωμεν οτι ουκ εσμεν υπο νομον αλλ υπο χαριν μη γενοιτο
Rom 6:16 ηουκ οιδατε οτι ω παριστανεται εαυτους δουλους εις υπακοην δουλοι εστε ω υπακουετε ητοι αμαρτιας η υπακοης εις δικαιοσυνην
Rom 6:17 χαρις δε τω θεω οτι ητε δουλοι της αμαρτιας υπηκουσατε δε εκ καρδιας εις ον παρεδοθητε τυπον διδαχης
Rom 6:18 ελευθερωθεντες δε απο της αμαρτιας εδουλωθητε τη δικαιοσυνη
Rom 6:19 ανθρωπινον λεγω δια την ασθενιαν της σαρκος υμων ωσπερ γαρ παρεστησατε τα μελη υμων δουλα τη ακαθαρσια και τη ανομια εις την ανομιαν ουτω νυν παραστησατε τα μελη υμων δουλα τη δικαιοσυνη εις αγιασμον
Rom 6:20 οτε γαρ δουλοι ητε της αμαρτιας ελευθεροι ητε τη δικαιοσυνη
Rom 6:21 τινα ουν καρπον ειχετε ποτε εφ οις νυν επεσχυνεσθαι το μεν γαρ τελος εκεινων θανατος
Rom 6:22 νυνει δε ελευθερωθεντες απο της αμαρτιας δουλωθεντες δε τω θεω εχετε τον καρπον υμων εις αγιασμον το δε τελος ζωην αιωνιον
Rom 6:23 τα γαρ οψωνια της αμαρτιας θανατος το δε χαρισμα του θεου ζωη αιωνιος εν χριστω ιησου τω κυριω ημων
Rom 7:1 ηαγνοειτε αδελφοι γεινωσκουσιν γαρ νομον λαλω οτι ο νομος κυριευει του ανθρωπου εφ οσον χρονον ζη
Rom 7:2 η γαρ υπανδρος γυνη τω ζωντι ανδρι δεδεται νομω εαν δε αποθανη ο ανηρ κατηργηται απο του νομου του ανδρος
Rom 7:3 αρα ουν ζωντος του ανδρος χρηματισει μοιχαλις εαν γενηται ανδρι ετερω εαν δε αποθανη ο ανηρ αυτης ελευθερα εστιν απο του νομου του μη ειναι αυτην μοιχαλιδα γενομενην ανδρι ετερω
Rom 7:4 ωστε αδελφοι μου και υμεις εθανατωθητε τω νομω δια του σωματος του χριστου εις το γενεσθαι υμας ετερω τω εκ νεκρων εγερθεντι ινα καρποφορησωμεν τω θεω
Rom 7:5 οτε γαρ ημην εν τη σαρκι τα παθηματα των αμαρτιων τα δια του νομου ενεργειτο εν τοις μελεσιν ημων εις το καρποφορησαι τω θανατω
Rom 7:6 νυνει δε κατηργηθημεν απο του νομου του θανατου εν ω κατειχομεθα ωστε δουλευειν ημας εν κενοτητι πνευματος και ου παλεοτητι γραμματος
Rom 7:7 τι ουν ερουμεν ο νομος αμαρτια μη γενοιτο αλλα την αμαρτιαν ουκ εγνων ει μη δια νομου την τε γαρ επιθυμιαν ουκ ηδειν ει μη ο νομος ελεγεν ουκ επιθυμησεις
Rom 7:8 αφορμην λαβουσα η αμαρτεια δια της εντολης κατηργασατο εν εμοι πασαν επιθυμιαν χωρις γαρ νομου αμαρτια νεκρα
Rom 7:9 εγω δε εζων χωρις νομου ποτε ελθουσης δε της εντολης η αμαρτια ανεζησεν εγω δε απεθανον
Rom 7:10 και ευρεθη μοι η εντολη η εις ζωην αυτη εις θανατον
Rom 7:11 η γαρ αμαρτια αφορμην λαβουσα δια της εντολης εξηπατησεν με και δι αυτης απεκτεινεν
Rom 7:12 ωστε ο μεν νομος αγιος και η εντολη αγια και δικαια και αγαθη
Rom 7:13 το ουν αγαθον εμοι εγενετο θανατος μη γενοιτο αλλα η αμαρτια ινα φανη αμαρτια δια του αγαθου μοι κατεργαζομενη θανατον ινα γενηται καθ υπερβολην η αμαρτια αμαρτωλος δια της εντολης
Rom 7:14 οιδαμεν δε οτι ο νομος πνευματικος εστιν εγω δε σαρκινος ειμι πεπραμενος υπο την αμαρτιαν
Rom 7:15 ογαρ κατεργαζομαι ου γεινωσκω ου γαρ ο θελω πρασσω αλλ ο μεισω τουτο ποιω
Rom 7:16 ει δε ο ου θελω τουτο ποιω συνφημι τω νομω οτι καλος
Rom 7:17 νυνει δε ουκετι εγω κατεργαζομαι αυτο αλλα η οικουσα εν εμοι αμαρτια
Rom 7:18 οιδα γαρ οτι ουκ οικει εν εμοι τουτ εστιν εν τη σαρκι μου αγαθον το γαρ θελειν παρακειται μοι το δε κατεργαζεσθαι το καλον ουχ ευρισκω
Rom 7:19 ου γαρ ο θελω ποιω αγαθον αλλα ο ου θελω κακον τουτο πρασσω
Rom 7:20 ει δε ο ου θελω τουτο ποιω ουκετι εγω κατεργαζομαι αυτο αλλα η οικουσα εν εμοι αμαρτια
Rom 7:21 ευρισκω αρα τον νομον τω θελοντι εμοι ποιειν το καλον οτι εμοι το κακον παρακειται
Rom 7:22 συνηδομαι γαρ τω νομω του θεου κατα τον εσω ανθρωπον
Rom 7:23 βλεπω δε ετερον νομον εν τοις μελεσιν μου αντιστρατευομενον τω νομω του νοος μου και αιχμαλωτιζοντα με εν τω νομω της αμαρτιας τω οντι εν τοις μελεσιν μου
Rom 7:24 ταλεπωρος εγω ανθρωπος τις με ρυσεται εκ του σωματος του θανατου τουτου
Rom 7:25 ηχαρις του θεου δια ιησου χριστου του κυριου ημων αρα εγω αυτος τω μεν νοει δουλευω νομω θεου τη δε σαρκι νομω αμαρτιας
Rom 8:1 ουδεν αρα κατακριμα τοις εν χριστω ιησου
Rom 8:2 ο γαρ νομος του πνευματος της ζωης εν χριστω ιησου ηλευθερωσεν με απο του νομου της αμαρτιας και του θανατου
Rom 8:3 το γαρ αδυνατον του νομου εν ω ησθενι δια της σαρκος ο θεος τον εαυτου υιον πενψας εν ομοιωματι σαρκος αμαρτιας και περι αμαρτιας κατεκρινεν την αμαρτιαν προς *
Rom 8:4 ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοις μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
Rom 8:5 οι γαρ κατα σαρκα οντες τα της σαρκος φρονουσιν οι δε κατα πνευμα τα του πνευματος
Rom 8:6 το γαρ φρονημα της σαρκος θανατος το δε φρονημα του πνευματος ζωη και ειρηνη
Rom 8:7 διοτι το φρονημα της σαρκος εχθρα εις θεον τω γαρ νομω του θεου ουχ υποτασσεται ουδε γαρ δυναται
Rom 8:8 οι δε εν σαρκι οντες τω θεω αρεσαι ου δυνανται
Rom 8:9 υμις δε * αλλα εν πνευματι ειπερ πνευμα θεου οικει εν υμειν ει δε τις πνευμα χριστου ουκ εχει ουτος ουκ εστιν αυτου
Rom 8:10 ει δε χριστος εν υμι το μεν σωμα νεκρον δι αμαρτιαν το δε πνευμα ζωη δια δικαιοσυνην
Rom 8:11 ει δε το πνευμα του εγειραντος ιησουν εκ νεκρων οικει εν υμιν ο εγειρας χριστον ιησουν εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια το ενοικουν αυτου πνευμα εν υμιν
Rom 8:12 αρα ουν αδελφοι οφιλετε εσμεν ου τη σαρκι του κατα σαρκα ζην
Rom 8:13 ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν ει δε πνευματι τας πραξις της σαρκος θανατουτε ζησεσθε
Rom 8:14 οσοι γαρ πνευματι θεου αγονται ουτοι υιοι θεου εισιν
Rom 8:15 ου γαρ ελαβετε πνευμα δουλιας παλιν εις φοβον αλλ ελαβετε πνευμα υιοθεσιας εν ω κραζομεν αββα ο πατηρ
Rom 8:16 ωστε αυτο το πνευμα συνμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου
Rom 8:17 ει δε τεκνα και συνκληρονομοι κληρονομοι μεν θεου συνκληρονομοι δε χριστου ειπερ συνπασχομεν ινα και συνδοξασθωμεν
Rom 8:18 λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυφθηναι εις ημας
Rom 8:19 η γαρ αποκαραδοκια της κτισεως την αποκαλυψιν των υιων του θεου απεκδεχεται
Rom 8:20 τη γαρ ματεοτητι η κτισις υπεταγη * αλλα δια τον υποταξαντα εφ ελπιδι
Rom 8:21 διοτι και αυτη η κτισις ελευθερωθησεται απο της δουλιας της φθορας εις την ελευθεριαν της δοξης των τεκνων του θεου
Rom 8:22 οιδαμεν γαρ οτι πασα η κτισις συνστεναζει και συνωδινει αχρι του νυν
Rom 8:23 ου μονον δε αλλα και ημις αυτοι την απαρχην του πνευματος εχοντες αυτοι εν εαυτοις συνστεναζομε απεκδεχομενοι την απολυτρωσιν του σωματος ημων
Rom 8:24 τη γαρ ελπιδι εσωθημεν ελπις δε βλεπομενη ουκ εστιν ελπις ο γαρ βλεπι τις τι ελπιζει
Rom 8:25 ει δε ο ου βλεπομεν ελπιζομεν δι υπομονης απεκδεχομεθα
Rom 8:26 ωσαυτως δε και το πνευμα συναντιλαμβανεται τη ασθενια το γαρ τι προσευξομεθα καθο δει ουκ οιδαμεν αλλα αυτο το πνευμα υπερεντυγχανει στεναγμοις αλαλητοις
Rom 8:27 ο δε ερευνων τας καρδιας οιδεν τι το φρονημα του πνευματος οτι κατα θεον εντυγχανει υπερ αγιων
Rom 8:28 οιδαμεν δε οτι τοις αγαπωσιν τον θεον παντα συνεργει εις αγαθον τοις κατα προθεσιν κλητοις ουσιν
Rom 8:29 οτι ους προεγνω και προωρισεν συμμορφους της εικονος του υιου αυτου εις το ειναι αυτον πρωτοτοκον εν πολλοις αδελφοις
Rom 8:30 ους δε προωρισεν τουτους και εκαλεσεν και ους εκαλεσεν τουτους και εδικαιωσεν ους δε εδικαιωσεν τουτους και εδοξασεν
Rom 8:31 τι ουν ερουμεν προς ταυτα ει ο θεος υπερ ημων τις καθ ημων
Rom 8:32 ος ουδε του ιδιου υιου εφισατο αλλα υπερ ημων παντων παρεδωκεν αυτον πως ουχι και συν αυτω παντα ημιν χαρισεται
Rom 8:33 τις ενκαλεσει κατα εκλεκτων θεου θεος ο δικαιων
Rom 8:34 τις ο κατακρινων χριστος ο αποθανων μαλλον δε και εγερθεις ος και εστιν εν δεξια του θεου ος και εντυγχανει υπερ ημων
Rom 8:35 τις ημας χωρισει απο της αγαπης του χριστου θλιψις η στενοχωρια διωγμος η λιμος η γυμνοτης η κινδυνος η μαχαιρα
Rom 8:36 καθως γεγραπται οτι ενεκεν σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ως προβατα σφαγης
Rom 8:37 αλλ εν τουτοις πασιν υπερνικωμεν δια τον αγαπησαντα ημας
Rom 8:38 πεπισμε γαρ οτι ουτε θανατος ουτε ζωη ουτε αγγελος ουτε εξουσια ουτε αρχαι ουτε ενεστωτα ουτε μελλοντα ουτε δυναμις
Rom 8:39 ουτε υψωμα ουτε βαθος ουτε κτισις ετερα δυνησεται ημας χωρισαι απο της αγαπης του θεου της εν χριστω ιησου τω κυριω ημων
Rom 9:1 αληθιαν λεγω εν χριστω ιησου ου ψευδομαι συνμαρτυρουσης μοι της συνιδησεως μου εν πνευματι αγιω
Rom 9:2 οτι λυπη μοι εστιν μεγαλη και αδιαλιπτος οδυνη τη καρδια μου
Rom 9:3 ευχομην γαρ αναθεμα ειναι αυτος εγω υπο του χριστου υπερ των αδελφων μου των συγγενων των κατα σαρκα
Rom 9:4 οιτινες εισιν ιστραηλειται ων η υιοθεσια και η δοξα και η διαθηκη και η νομοθεσια και η λατρια και η επαγγελια
Rom 9:5 ων οι πατερες και εξ ων ο χριστος το κατα σαρκα ο ων επι παντων θεος ευλογητος εις τους αιωνας αμην
Rom 9:6 ουχ οιον δε οτι εκπεπτωκεν ο λογος του θεου ου γαρ παντες οι εξ ισραηλ ουτοι ισραηλειται
Rom 9:7 ουδ οτι εισιν σπερμα αβρααμ παντες τεκνα αλλ εν ισακ κληθησεται σοι σπερμα
Rom 9:8 τουτ εστιν ου τα τεκνα της σαρκος ταυτα τεκνα του θεου αλλα τα τεκνα της επαγγελιας λογιζετε εις σπερμα
Rom 9:9 επαγγελιας γαρ ο λογος ουτος κατα τον καιρον τουτον ελευσομαι και εστε τη σαρρα υιος
Rom 9:10 ου μονον δε αλλα και ρεβεκκα εξ ενος κοιτην εχουσα εισακ του πατρος ημων
Rom 9:11 μηπω γαρ γενηθεντων μηδε πραξαντων τι αγαθον η κακον ινα η κατ εκλογη προθεσις του θεου μενη ουκ εξ εργων αλλ εκ του καλουντος
Rom 9:12 ερρεθη οτι ο μιζων δουλευσει τω ελασσονι
Rom 9:13 καθως γεγραπται τον ιακωβ ηγαπησα τον δε ησαυ εμισησα
Rom 9:14 τι ουν ερουμεν μη αδικια παρα θεω μη γενοιτο
Rom 9:15 τω μωση γαρ λεγει ελεησω ον αν ελεω και οικτιρησω ον αν οικτειρω
Rom 9:16 αρα ουν ου του θελοντος ουδε του τρεχοντος αλλα του ελεωντος θεου
Rom 9:17 λεγει γαρ η γραφη τω φαραω οτι εις αυτο τουτο εξηγειρα σε οπως ενδειξωμαι εν σοι την δυναμιν μου και οπως διαγγελη το ονομα μου εν παση τη γη
Rom 9:18 αρα ουν ον θελει ο θεος ελεα ον δε θελει σκληρυνει
Rom 9:19 ερις ουν μοι τι ουν ετι μεμφετε τω γαρ βουληματι αυτου τις ανθεστηκεν
Rom 9:20 ω ανθρωπε συ τις ει ο ανταποκρινομενος τω θεω μη ερει το πλασμα τω πλασαντι τι με επλασας ουτως
Rom 9:21 ηουκ εχει εξουσιαν ο κεραμευς του πηλου εκ του αυτου φυραματος ποιησε ο μεν εις τειμην σκευος ο δε εις ατιμιαν
Rom 9:22 ει δε θελων ο θεος ενδιξασθαι την οργη και γνωρισαι το δυνατον αυτου ηνεγκε εν πολλη μακροθυμια σκευη οργης κατηρτισμενα εις απωλιαν
Rom 9:23 και ινα γνωριση τον πλουτον της δοξης αυτου επι σκευη ελεους α προητοιμασεν εις δοξαν
Rom 9:24 ους και εκαλεσεν ημας ου μονον εξ ιουδαιων αλλα και εξ εθνων
Rom 9:25 ως και εν τω ωσηε λεγει καλεσω τον ου λαον μου λαον μου και την ουκ ηγαπημενην ηγαπημενην
Rom 9:26 και εστε εν τω τοπω ου ερρεθη αυτοις ου λαος μου υμις εκει κληθησονται υιοι θεου ζωντος
Rom 9:27 ησαιας δε κραζει υπερ του ισραηλ εαν η ο αριθμος των υιων ισραηλ ως η αμμος της θαλασσης το κατ*μα σωθησεται
Rom 9:28 λογον γαρ συντελων και συντεμνων εν δικαιοσυνη οτι λογον συντετμημενον ποιησει κυριος επι της γης
Rom 9:29 και καθως προειρηκεν ησαιας ει μη κυριος σαβαωθ ενκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημε
Rom 9:30 τι ουν ερουμεν οτι εθνη οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην δικαιοσυνην δε την εκ πιστεως
Rom 9:31 ισραηλ δε διωκων νομον δικαιοσυνης εις νομον ουκ εφθασεν
Rom 9:32 δια τι οτι ουκ εκ πιστεως αλλ ως εξ εργων νομου προσεκοψαν τω λιθω του προσκομματος
Rom 9:33 καθως γεγραπται ιδου τιθημι εν σειων λιθον προσκομματος και πετραν σκανδαλου και ο πιστευων επ αυτω ου μη κατεσχυνθη
Rom 10:1 αδελφοι η μεν ευδοκια της εμης καρδιας και η δεησις προς τον θεον υπερ αυτων εις σωτηριαν
Rom 10:2 μαρτυρω γαρ αυτοις οτι ζηλον θεου εχουσιν αλλ ου κατ επιγνωσιν
Rom 10:3 αγνοουντες γαρ την του θεου δικαιοσυν και την ιδιαν ζητουντες στησαι τη δικαιοσυνη του θεου ουχ υπεταγησαν
Rom 10:4 τελος γαρ νομου χριστος εις δικαιοσυνη παντι τω πιστευοντι
Rom 10:5 μωσης γαρ γραφει οτι την δικαιοσυνην της εκ του νομου ο ποιησας ανθρωπος ζησεται εν αυτοις
Rom 10:6 η δε εκ πιστεως δικαιοσυνη ουτως λεγει μη ειπης εν τη καρδια σου τις αναβησεται εις τον ουρανον τουτ εστιν χριστον καταγαγειν
Rom 10:7 η τις καταβησεται εις την αβυσσον τουτ εστιν χριστον εκ νεκρων αναγαγειν
Rom 10:8 αλλα τι λεγει η γραφη εγγυς σου εστιν το ρημα εν τω στοματι σου και εν τη καρδια σου τουτ εστιν το ρημα της πιστεως ο κηρυσσομεν
Rom 10:9 οτι εαν ομολογησης εν τω στοματι σου κυριον ιησουν και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρω σωθηση
Rom 10:10 καρδια γαρ πιστευεται εις δικαιοσυνην στοματι δε ομολογειται εις σωτηριαν
Rom 10:11 λεγει γαρ η γραφη πας ο πιστευων επ αυτω ου μη κατεσχυνθησεται
Rom 10:12 ου γαρ εστιν διαστολη ιουδαιω και ελληνι ο γαρ αυτος κυριος παντων πλουτω εις παντας τους επικαλουμενους αυτον
Rom 10:13 πας γαρ ος αν επικαλεσητε το ονομα κυριου σωθησεται
Rom 10:14 πως ουν επικαλεσωνται εις ον ουκ επιστευσαν πως δε πιστευσωσιν ου ουκ ηκουσαν πως δε ακουσονται χωρις κηρυσσοντος
Rom 10:15 πως δε κηρυξωσιν εαν μη αποσταλωσιν καθως γεγραπται ως ωρεοι οι ποδες των ευαγγελιζομενων ειρηνη των ευαγγελιζομενων αγαθα
Rom 10:16 αλλ ου παντες υπηκουσαν τω ευαγγελιω ησαιας γαρ λεγει κυριε τις επιστευσεν τη ακοη ημων
Rom 10:17 αρα η πιστις εξ ακοης η δε ακοη δια ρηματος χριστου
Rom 10:18 αλλα λεγω μη ουκ ηκουσαν μενουνγε εις πασαν γαρ την γην εξηλθεν ο φθογγος αυτων και εις τα περατα της οικουμενης τα ρηματα αυτων
Rom 10:19 αλλα λεγω μη ισραηλ ουκ εγνω πρωτος μωσης λεγει εγω παραζηλωσω υμας επ ουκ εθνι επ εθνι ασυνετω παροργιω υμας
Rom 10:20 ησαιας δε λεγει ευρεθην εν τοις εμε μη ζητουσιν εμφανης εγενομην εν τοις εμε μη επερωτωσιν
Rom 10:21 προς δε τον ισραηλ λεγει ολην την ημεραν εξεπετασα τας χειρας μου επι λαον απιθουντα και λεγοντα
Rom 11:1 λεγω ουν μη απωσατο ο θεος τον λαον αυτου ον προεγνω μη γενοιτο και γαρ εγω ισραηλιτης ειμι εκ σπερματος αβρααμ φυλης βενιαμιν
Rom 11:2 ουκ απωσατο ο θεος τον λαον αυτου ον προεγνω η ουκ οιδατε εν ηλια τι λεγει η γραφη ως εντυγχανει τω θεω κατα του ισραηλ
Rom 11:3 κυριε τους προφητας σου απεκτιναν και τα θυσιαστηρια σου κατεσκαψαν καγω υπελιφθην μονος και ζητουσιν την ψυχην μου
Rom 11:4 αλλα τι λεγει αυτω ο χρηματισμος κατελιπον εμαυτω επτακισχιλιους ανδρας οιτινες ουκ εκαμψαν γονυ τη βααλ
Rom 11:5 ουτως ουν και εν τω νυν καιρω λιμμα κατ εκλογης χαριτος γεγονεν
Rom 11:6 ει δε χαριτι ουκετι εξ εργων επι η χαρις ουκετι γεινεται χαρις
Rom 11:7 τι ουν ο επιζητει ισραηλ τουτο ουκ επετυχεν η δε εκλογη επετυχεν οι δε λοιποι επωρωθησαν
Rom 11:8 καθως γεγραπται εδωκεν αυτοις ο θεος πνευμα κατανυξεως οφθαλμους του μη βλεπειν και ωτα του μη ακουειν εως της σημερον ημερας
Rom 11:9 και δαυειδ λεγει γενηθητω η τραπεζα αυτων εις παγιδα και εις θηραν και εις θηραν και εις σκανδαλον και εις ανταποδομα αυτοις
Rom 11:10 σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντος συνκαμψον
Rom 11:11 λεγω ουν μη επτεσαν ινα πεσωσιν μη γενοιτο αλλα τω αυτων παραπτωματι η σωτηρια τοις εθνεσιν εις το παραζηλωσαι αυτους
Rom 11:12 ει δε το παραπτωμα αυτων πλουτος κοσμου και το ηττημα αυτων πλουτος εθνων ποσω μαλλον το πληρωμα αυτων
Rom 11:13 υμιν γαρ λεγω τοις εθνεσιν εφ οσον ειμι εγω εθνων αποστολος την διακονιαν μου δοξαζω
Rom 11:14 ει πως παραζηλωσω την σαρκα μου και σωσω τινας εξ αυτων
Rom 11:15 ει γαρ η αποβολη αυτων καταλλαγη κοσμου τις η προσλημψις ει μη ζωη εκ νεκρων
Rom 11:16 ει δε η απαρχη αγια και το φυραμα και ει η ριζα αγια και οι κλαδοι
Rom 11:17 ει δε τινες των κλαδων εξεκλασθησαν συ δε αγριελαιος ων ενεκεντρισθης εν αυτοις και συνκοινωνος εγενου της πιοτητος της ελεας
Rom 11:18 μη κατακαυχω των κλαδων ει δε συ καυχασαι ου συ την ριζαν βασταζεις αλλα η ριζα σε
Rom 11:19 ερις ουν εξεκλασθησαν οι κλαδοι ινα εγω ενκεντρισθω
Rom 11:20 καλως τη απιστια εκλασθησαν συν? δε τη ?πιστι? εστηκας μη υψηλοφρονει αλλα φοβου
Rom 11:21 ει γαρ ο θεος των κατα φυσιν κλαδων ουκ εφισατο μη πως ουδε σου φισεται
Rom 11:22 ιδε ουν χρηστοτητα και αποτομιαν θεου επι μεν τους πεσοντας αποτομιαν επι δε σε χρηστοτης θεου εαν επιμενης τη χρηστοτητι επι και συ εκκοπηση
Rom 11:23 κακεινοι δε εαν μη επιμενωσιν τη απιστια ενκεντρισθησονται δυνατος γαρ εστιν ο θεος παλιν ενκεντρισε αυτους
Rom 11:24 ει γαρ συ εκ της κατα φυσιν εξεκοπης αγριελαιου και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιον ποσω μαλλον ουτοι οι κατα φυσιν ενκεντρισθησονται τη ιδια ελαια
Rom 11:25 ου γαρ θελω υμας αγνοειν αδελφοι το μυστηριον τουτο ινα μη ητε παρ εαυτοις φρονιμοι οτι πωρωσις απο μερους τω ισραηλ γεγονεν αχρις ου το πληρωμα των εθνων εισελθη
Rom 11:26 και ουτως πας ισραηλ σωθησεται καθως γεγραπται ηξει εκ σειων ο ρυομενος αποστρεψει ασεβειας απο ιακωβ
Rom 11:27 και αυτη αυτοις η παρ εμου διαθηκη οταν αφελωμαι τας αμαρτιας αυτω
Rom 11:28 κατα μεν το ευαγγελιον εχθροι δι υμας κατα δε την εκλογην αγαπητοι δια τους πατερας
Rom 11:29 αμεταμελητα γαρ τα χαρισματα και η κλησις του θεου
Rom 11:30 ωσπερ γαρ υμις ποτε ηπιθησατε τω θεω νυν δε ηλεηθητε τη τουτων απιθια
Rom 11:31 ουτως και αυτοι νυν ηπιθησαν τω υμετερω ελεει ινα και αυτοι νυν ελεηθωσιν
Rom 11:32 συνεκλισεν γαρ ο θεος τα παντα εις απιθιαν ινα τους παντας ελεηση
Rom 11:33 ω βαθος πλουτου και σοφιας και γνωσεως θεου ως ανεξερευνητα τα κριματα αυτου και ανεξιχνιαστοι αι οδοι αυτου
Rom 11:34 τις γαρ εγνω νουν θεου η τις συμβουλος αυτου εγενετο
Rom 11:35 η τις προεδωκεν αυτω και ανταποδοθησεται αυτω
Rom 11:36 οτι εξ αυτου και δι αυτου και εις αυτον τα παντα αυτω η δοξα εις τους αιωνας αμην
Rom 12:1 παρακαλω ουν υμας αδελφοι δια των οικτειρμων του θεου παραστησε τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον τω θεω την λογικην λατριαν υμων
Rom 12:2 και μη συνσχηματιζεσθαι τω αιωνι τουτω αλλα μεταμορφουσθαι τη ανακαινωσει του νοος εις το δοκιμαζειν υμας τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελιον
Rom 12:3 λεγω γαρ δια της χαριτος της δοθισης μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δι φρονειν αλλα φρονειν εις το σωφρονειν εκαστω ως ο θεος εμερισεν μετρον πιστεως
Rom 12:4 ωσπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν
Rom 12:5 ουτως οι πολλοι εν σωμα εσμεν εν χριστω το δε καθ ις αλληλων μελη
Rom 12:6 εχοντες δε χαρισματα κατα την χαριν την δοθισαν ημιν διαφοραν ειτε προφητειαν κατα την αναλογιαν της πιστεως
Rom 12:7 ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων εν τη διδασκαλια
Rom 12:8 οπαρακαλων εν τη παρακλησει ο μεταδιδους εν απλοτητι ο προισταμενος εν σπουδη ο ελεων εν ιλαροτητι
Rom 12:9 η αγαπη ανυποκριτος αποστυγουντες το πονηρον κολλωμενοι τω αγαθω
Rom 12:10 τη φιλαδελφια εις αλληλους φιλοστοργοι τ τη τειμη αλληλους προσηγουμενοι
Rom 12:11 τη σπουδη μη οκνηροι τω πνευματι ζεοντες τω καιρω δουλευοντες
Rom 12:12 τη ελπιδι χαιροντες τη θλιψει υπομενοντες τη προσευχη προσκαρτερουντες
Rom 12:13 ταις μνιαις των αγιων κοινωνουντες την φιλοξενιαν διωκοντες
Rom 12:14 ευλογει[σθαι] και μη καταρασθαι ευλογειτε τους διωκοντας υμας
Rom 12:15 χαιρειν μετα χαιροντων κλαιειν μετα κλαιοντων
Rom 12:16 το αυτο εις αλληλους φρονουντες μη τα υψηλα φρονουντες αλλα τοις ταπινοις συναπαγομενοι μη γιγνεσθαι φρονιμοι παρ εαυτοις
Rom 12:17 μηδενι κακον αντι κακου αποδιδοντες προνοουμενοι καλα ενωπιον των ανθρωπων
Rom 12:18 ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες
Rom 12:19 μη εαυτους εκδικουντες αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος
Rom 12:20 εαν πινα ο εχθρος σου ψωμιζε αυτον και εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου
Rom 12:21 μη νεικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον
Rom 13:1 πασαις εξουσιαις υπερεχουσαις υποτασσεσθαι ου γαρ εστιν εξουσια ει μη απο θεου ε δε ουσαι υπο θεου τεταγμεναι εισιν
Rom 13:2 ωστε ο αντιτασσομενος τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτες εαυτοις κριμα λημψονται
Rom 13:3 οι γαρ αρχοντες ουκ εισιν φοβος τω αγαθω εργω αλλα τω κακω θελεις δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξις επαινον εξ αυτης
Rom 13:4 θεου γαρ διακονος εστιν σοι εις το αγαθον εαν δε το κακον ποιης φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονος εστιν εκδικος τω το κακον πρασσοντι
Rom 13:5 διο υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνιδησιν
Rom 13:6 δια τουτο γαρ και φορους τελειτε λειτουργοι γαρ θεου εισιν εις αυτο τουτο προσκαρτερουντες
Rom 13:7 αποδοτε πασιν τας οφιλας τω τον φορον τον φορον τω το τελος το τελος τω τον φοβον τον φοβον τω την τειμην την τειμην
Rom 13:8 μηδενι μηδεν οφιλετε ει μη το αλληλους αγαπαν ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν
Rom 13:9 το γαρ ου μοιχευσεις ου φονευσεις ου κλεψεις ουκ επιθυμησεις και ει τις ετερα εντολη εν τω λογω τουτω ανακεφαλεουται εν τω αγαπησις τον πλησιον σου ως σεαυτον
Rom 13:10 ηαγαπη τω πλησιον κακον ου κατεργαζετε πληρωμα δε νομου η αγαπη
Rom 13:11 και τουτο ειδοτες τον καιρον οτι ωρα ηδη ημας εξ υπνου εγερθηναι νυν γαρ ενγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν
Rom 13:12 ηνυξ προεκοψεν η δε ημερα ηγγικεν αποβαλωμεθα ουν τα εργα του σκοτους ενδυσωμεθα δε τα εργα του φωτος
Rom 13:13 ως εν ημερα ευσχημονως περιπατησωμεν μη κωμοις και μεθαις μη κοιταις και ασελγιαις μη εριδι και ζηλω
Rom 13:14 αλλ ενδυσασθαι τον κυριον ιησουν χριστον της σαρκος προνοιαν μη ποιεισθαι εις επιθυμιας
Rom 14:1 τον δε ασθενουντα τη πιστι προσλαμβανεσθαι μη εις διακρισις διαλογισμων
Rom 14:2 ος μεν πιστευει φαγειν παντα ο δε ασθενων λαχανα εσθιετω
Rom 14:3 οεσθιων τον μη αισθιοντα μη εξουθενιτω ο δε μη αισθιων τον εσθιοντα μη κρινετω ο θεος γαρ αυτον προσελαβετο
Rom 14:4 συ τις ει ο κρινων αλλοτριον οικετην τω ιδιω κυριω στηκι η πιπτι σταθησεται δε δυνατι γαρ ο θεος στησαι αυτον
Rom 14:5 ος μεν κρινι ημεραν παρ ημεραν ος δε κρινει πασαν ημεραν εκαστος εν τω ιδιω νοει πληροφορεισθω
Rom 14:6 ο φρονων την ημεραν κυριω φρονει και ο εσθιων κυριω εσθιει ευχαριστει γαρ τω θεω και ο μη εσθιων κυριω ουκ εσθιει και ευχαριστει τω θεω
Rom 14:7 ουδις γαρ ημων εαυτω ζη και ουδις εαυτω αποθνησκει
Rom 14:8 εαν τε γαρ ζωμεν τω κυριω ζωμεν εαν τε αποθνησκομεν τω κυριω αποθνησκομεν εαν τε ουν ζωμεν εαν τε αποθνησκομεν του κυριου εσμεν
Rom 14:9 εις τουτο γαρ χριστος εζησεν και απεθανεν και ανεστη ινα και νεκρων και ζωντων κυριευση
Rom 14:10 συ δε τι κρινεις τον αδελφον σου εν τω μη εσθιειν η και συ τι εξουθενις τον αδελφον σου παντες γαρ παραστησομεθα τω βηματι του θεου
Rom 14:11 γεγραπται γαρ ζω εγω λεγει κυριος [ει μη] εμοι καμψει παν γονυ και εξομολογησεται πασα γλωσσα τω θεω
Rom 14:12 αρα εκαστος ημων περι εαυτου λογον αποδωσει τω θεω
Rom 14:13 μηκετι ουν αλληλους κρεινωμεν αλλα τουτο κρινεται μαλλον το μη τιθεναι προσκομμα τω αδελφω η σκανδαλον
Rom 14:14 οιδα και πεπισμε εν κυριω ιησου οτι ουδεν κοινον δι αυτου ει μη τω λογιζομενω τι κοινον τι ειναι εκεινω? κοινον
Rom 14:15 ει γαρ δια βρωμα ο αδελφος σου λυπειται ουκετι κατα αγαπην περιπατεις μη τω βρωματι σου εκεινον απολλυε υπερ ου χριστος απεθανεν
Rom 14:16 μη βλασφημισθω ουν ημων το αγαθον
Rom 14:17 ου γαρ εστιν η βασιλια του θεου βρωσις και ποσις αλλα δικαιοσυνη και ειρηνη και χαρα εν πνευματι αγιω
Rom 14:18 ογαρ εν τουτω δουλευων χριστω ευαρεστος τω θεω και δοκιμος τοις ανθρωποις
Rom 14:19 αρα ουν τα της ειρηνης διωκωμεν και τα της οικοδομης της εις αλληλους φυλαξωμεν
Rom 14:20 μη ενεκεν βρωματος καταλυε το εργον του θεου παντα μεν καθαρα αλλα κακον τω ανθρωπω τω δια προσκομματος εσθιοντι
Rom 14:21 καλον το μη φαγειν κρεα μηδε πειν οινον μηδε εν ω ο αδελφος σου προσκοπτει η σκανδαλιζετε η ασθενει
Rom 14:22 συ πιστιν εχεις κατα σεαυτον εχε ενωπιον του θεου μακαριος ο μη κρινων εαυτον εν ω δοκιμαζει
Rom 14:23 οδε διακρινομενος εαν φαγη κατακεκριται οτι ουκ εκ πιστεως παν δε το ουκ εκ πιστεως αμαρτια εστιν
Rom 15:1 οφιλομεν δε ημις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοις αρεσκειν
Rom 15:2 εκαστος ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην
Rom 15:3 και γαρ χριστος ουχ εαυτω ηρεσεν αλλα καθως γεγραπται οι ονιδισμοι των ονιδιζοντων σε επεπεσαν επ εμε
Rom 15:4 οσα γαρ προσεγραφη εις την ημετεραν διδασκαλιαν εγραφη ινα δια της υπομονης και της παρακλησεως των γραφων την ελπιδα εχωμεν
Rom 15:5 ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα χριστον ιησουν
Rom 15:6 ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου
Rom 15:7 διο προσλαμβανεσθαι αλληλους καθως και ο χριστος προσελαβετο ημας εις δοξαν του θεου
Rom 15:8 λεγω γαρ ιησουν χριστον διακονον γενεσθαι περιτομης υπερ αληθιας θεου εις το βεβαιωσαι τας επαγγελιας των πατερων
Rom 15:9 τα δε εθνη υπερ ελαιους δοξασαι τον θεον καθως γεγραπται δια τουτο εξομολογησομαι σοι εν εθνεσιν και ψαλω τω ονοματι σου
Rom 15:10 και παλιν λεγει ευφρανθητε εθνη μετα του λαου αυτου
Rom 15:11 και παλιν λεγει αινειτε παντα τα εθνη τον κυριον και επαινεσατωσαν αυτον παντες οι λαοι
Rom 15:12 και παλιν ησαιας λεγει εστε η ριζα του ιεσσαι και ο ανισταμενος αρχιν εθνω επ αυτω εθνη ελπιουσιν
Rom 15:13 οδε θεος της ελπιδος πληρωσαι υμας πασης χαρας και ειρηνης εις το περισσευειν υμας τη ελπιδι εν δυναμει πνευματος αγιου
Rom 15:14 πεπισμε δε και αυτος εγω περι υμων αδελφοι οτι μεστοι εστε αγαθοσυνης και πεπληρωμενοι πασης γνωσεως αλληλους δυναμενοι νουθετει
Rom 15:15 τολμηροτερον δε εγραψα υμιν αδελφοι απο μερους ως επαναμιμνησκων υμας δια την χαριν την δοθισαν μοι υπο του θεου
Rom 15:16 εις το γενεσθαι με λιτουργον ιησου χριστου εις τα εθνη ιερουργουντα το ευαγγελιον του θεου ινα γενηται η προσφορα των εθνων ευπροσδεκτος ηγιασμενη εν πνευματι αγιω
Rom 15:17 εχω ουν την καυχησιν εν χριστω ιησου τα προς τον θεον
Rom 15:18 ου γαρ τολμησω τι ειπειν ων ου κατηργασατο χριστος δι εμου εις υπακοην εθνων λογω και εργω
Rom 15:19 εν δυναμει αυτου σημειων και τερατων εν δυναμι πνευματος αγιου ωστε πεπληρωσθαι απο ιερουσαλημ μεχρι του ιλλυρικου και κυκλω το ευαγγελιον του χριστου
Rom 15:20 ουτως δε φιλοτειμουμε ευαγγελιζεσθαι οπου ουκ ωνομασθη ο χριστος ινα μη επ αλλοτριον θεμελιον οικοδομω
Rom 15:21 αλλα καθως γεγραπται οις ουκ ανηγγελη περι αυτου οψονται και οι ουκ ακηκοασιν συνησουσιν
Rom 15:22 διο και ενεκοπην πολλακις του ελθιν προς υμας
Rom 15:23 νυνει δε μηκετι τοπον εχων εν τοις κλιμασι τουτοις επιποθιαν δε εχω του ελθιν προς υμας απο πολλων ετων
Rom 15:24 ως αν ουν πορευομαι εις την σπανιαν ελπιζω γαρ διαπορευομενος θεασασθαι υμας και αφ υμων προπενφθηναι εκει εαν υμων πρωτον απο μερους εμπλησθω
Rom 15:25 νυνει δε πορευομαι εις ιερουσαλημ διακονησαι τοις αγιοις
Rom 15:26 ευδοκησαν γαρ μακεδονια και αχαια κοινωνιαν τινα ποιησασθε εις τους πτωχους των εν ιερουσαλημ αγιων
Rom 15:27 οφιλεται εισιν αυτων ει γαρ τοις πνευματικοις αυτων εκοινωνησαν τα εθνη οφιλουσιν και εν τοις σαρκικοις λειτουργησε αυτοις
Rom 15:28 τουτο ουν επιτελεσας και σφραγισαμενος αυτοις τον καρπον τουτον απελευσομαι δι υμων εις σπανιαν
Rom 15:29 οιδα δε οτι ερχομενος προς υμας εν πληροφοριας ευλογιας χριστου ελευσομαι
Rom 15:30 παρακαλω δε υμας αδελφοι δια του κυριου ημων ιησου χριστου και δια της αγαπης του πνευματος συναγωνισασθαι μοι εν ταις προσευχαις υμων υπερ εμου προς τον θεον
Rom 15:31 ινα ρυσθω απο των απιθουντων εν τη ιουδαια και η δωροφορια μου η εν ιερουσαλημ ευπροσδεκτος γενηται τοις αγιοις
Rom 15:32 ινα εν χαρα ελθω προς υμας δια θεληματος χριστου ιησου και αναψυξω μεθ υμων
Rom 15:33 οδε θεος της ειρηνης ητω μετα παντων υμων αμην
Rom 16:1 συνιστημι υμιν φοιβην την αδελφην ημων ουσην διακονον της εκκλησιας της εν κενχρεαις
Rom 16:2 ινα προσδεξησθαι αυτην εν κυριω αξιως των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη και εμου και αλλων προστατις εγενετο
Rom 16:3 ασπασασθαι πρισκαν και ακυλαν τους συνεργους μου εν χριστω ιησου και την κατ οικον αυτων εκκλησιαν
Rom 16:4 οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασε αι εκκλησιαι των εθνων
Rom 16:5 ασπασασθαι επαινετον τον αγαπητον μου ος εστιν απαρχης της ασιας εν χριστω
Rom 16:6 ασπασασθαι μαριαμ ητις πολλα εκοπιασεν εν υμιν
Rom 16:7 ασπασασθαι ανδρονικον και ιουνιαν τους συγγενις μου και συναιχμαλωτους μου οιτινες εισιν επισημοι εν τοις αποστολοις τοις προ εμου εν χριστω ιησου
Rom 16:8 ασπασασθαι ουρβανον τον αγαπητον μου εν κυριω
Rom 16:9 ασπασασθαι ουρβανον τον συνεργον ημων εν κυριω και σταχυν τον αγαπητον μου
Rom 16:10 ασπασασθαι απελλην τον δοκιμον εν χριστω ασπασασθαι τους εκ των αριστοβουλου
Rom 16:11 ασπασασθαι ηρωδιωνα τον συγγενην μου ασπασασθαι τους εκ των ναρκισσου τους οντας εν κυριω
Rom 16:12 ασπασασθαι τρυφαιναν και τρυφωσα τας κοπιωσας εν κυριω ασπασασθαι περσιδα την αγαπητην ητις πολλα εκοπιασεν εν κυριω
Rom 16:13 ασπασασθαι ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου
Rom 16:14 ασπασασθαι ασυνκριτον φλεγοντα ερμην πατροβαν ερμαν και τους συν αυτοις αδελφους
Rom 16:15 ασπασασθαι φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτο και ολυμπαν και τους και τους συν αυτοις παντας αγιους
Rom 16:16 ασπασασθαι αλληλους εν φιληματι αγιω
Rom 16:17 ερωτω δε υμας αδελφοι ασφαλως σκοπειτε τους τας διχοστασιας και τα σκανδαλα περι την διδαχην ην υμις εμαθετε λεγοντας η ποιουντας και εκκλινατε απ αυτων
Rom 16:18 οι γαρ τοιουτοι τω κυριω χριστω ημων ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια της χρηστολογιας εξαπατωσιν τας καρδιας των ακακων
Rom 16:19 ηγαρ υπακοη υμων εις παντας αφικετο χαιρω ουν εφ υμιν και θελω υμας σοφους ειναι εις το αγαθον ακαιρεους δε εις το κακον
Rom 16:20 οδε θεος της ειρηνης συντριψει τον σαταναν υπο τους ποδας υμων εν ταχει
Rom 16:21 ασπαζετε υμας τειμοθεος ο συνεργος μου και λουκιος και ιασων και σωσιπατρος οι συγγενις μου και αι εκκλησιαι πασαι του χριστου
Rom 16:22 ασπαζομε υμας εγω τερτιος ο γραψας την επιστολην εν κυριω
Rom 16:23 ασπαζετε υμας γαιος ο ξενος μου και ολης της εκκλησιας ασπαζετε υμας εραστος ο οικονομος της πολεως και κουαρτος ο αδελφος
Rom 16:24 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
Rom 16:25 τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου
Rom 16:26 φανερωθεντος δε νυν δια γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εις υπακοην πιστεως εις παντα τα εθνη γνωρισθεντος
Rom 16:27 μονω θεω σοφω δια ιησου χριστου ω η δοξα εις τους αιωνας των αιωνω αμην
1Co 1:1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου και σωσθενης ο αδελφος
1Co 1:2 τη εκκλησια του θεου ηγιασμενοις εν χριστω ιησου τη ουση εν κορινθω κλητοις αγιοις συν πασιν τοις επικαλουμενοις το ονομα του κυριου ημων ιησου χριστου εν παντι τοπω αυτων και ημων
1Co 1:3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
1Co 1:4 ευχαριστω τω θεω μου παντοτε περι υμων επι τη χαριτι του θεου τη δοθιση υμιν εν χριστω ιησου
1Co 1:5 οτι εν παντι επλουτισθητε εν αυτω εν παντι λογω και παση γνωσει
1Co 1:6 καθως το μαρτυριον του χριστου εβεβαιωθη εν υμιν
1Co 1:7 ωστε υμας μη υστερισθαι εν μηδενι χαρισματι απεκδεχομενους την αποκαλυψιν του κυριου ημων ιησου χριστου
1Co 1:8 ος και βεβαιωσει υμας αχρι τελους ανενκλητους εν τη παρουσια του κυριου ημων ιησου χριστου
1Co 1:9 πιστος ο θεος υφ ου εκληθητε εις κοινωνιαν του υιου αυτου ιησου χριστου του κυριου ημων
1Co 1:10 παρακαλω δε υμας αδελφοι δια του ονοματος χριστου ιησου του κυριου ημων ινα το αυτο λεγητε παντες και μη η εν υμιν σχισματα ητε δε κατηρτισμενοι εν τω αυτω νοει και εν τη αυτη γνωμη
1Co 1:11 εδηλωθη γαρ μοι περι υμων αδελφοι μου υπο των χλοης οτι εριδες εν υμιν εισιν
1Co 1:12 λεγω δε τουτο οτι εκαστος υμων λεγει εγω μεν ειμι παυλου εγω δε απολλω εγω δε κηφα εγω δε χριστου
1Co 1:13 μεμερισται ο χριστος μη παυλος εσταυρωθη περι υμων η εις το ονομα παυλου εβαπτισθητε
1Co 1:14 ευχαριστω τω θεω οτι ουδενα υμων εβαπτισα ει μη κρισπον και γαιον
1Co 1:15 ινα μη τις ειπη οτι εις το εμον ονομα εβαπτισα
1Co 1:16 βεβαπτικα δε και τον στεφανα οικο λοιπον ουκ οιδα ει τινα αλλον βεβαπτικα
1Co 1:17 ου γαρ απεστιλεν με χριστος βαπτιζειν αλλα ευαγγελιζεσθαι ουκ εν σοφια λογου ινα μη κενωθη ο σταυρος του χριστου
1Co 1:18 ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστι τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν
1Co 1:19 γεγραπται απολω την σοφιαν των σοφων και την συνεσιν των συνετω αθετησω
1Co 1:20 που σοφος που γραμματευς που συνζητητης του αιωνος τουτου ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου
1Co 1:21 επιδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας
1Co 1:22 επιδη και ιουδαιοι σημια αιτουσιν και ελληνες σοφιαν ζητουσιν
1Co 1:23 ημις δε κηρυσσομεν χριστον εσταυρωμενον ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν
1Co 1:24 αυτοις δε τοις κλητοις ιουδαιοις τε και ελλησιν χριστον θεου δυναμιν και θεου σοφιαν
1Co 1:25 οτι το μωρον του θεου σοφωτερον εστιν των ανθρωπων και το ασθενες του θεου ισχυροτερον εστιν των ανθρωπων
1Co 1:26 βλεπετε ουν την κλησιν υμων αδελφοι οτι ου πολλοι σοφοι κατα σαρκα ουδε πολλοι δυνατοι ου πολλοι ευγενις
1Co 1:27 αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα κατεσχυνη τους σοφους και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα κατεσχυνη τα ισχυρα
1Co 1:28 και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος τα μη οντα ινα τα οντα καταργηση
1Co 1:29 οπως μη καυχησητε πασα σαρξ ενωπιον του θεου
1Co 1:30 εξ αυτου δε υμις εσται εν χριστω ιησου ος εγενηθη σοφια ημιν απο θεου δικαιοσυνη και αγιασμος και απολυτρωσις
1Co 1:31 ινα καθως γεγραπται ο καυχωμενος εν κυριω καυχασθω
1Co 2:1 καγω ελθων προς υμας αδελφοι ηλθον ου καθ υπεροχην λογου η σοφιας καταγγελλων υμιν το μαρτυριον του θεου
1Co 2:2 ου γαρ εκρινα τι εν υμειν ειδεναι ει μη ιησουν χριστον και τουτον εσταυρωμενον
1Co 2:3 και εγω εν ασθενια και εν φοβω και τρομω πολλω εγενομην προς υμας
1Co 2:4 και ο λογος μου και το κηρυγμα μου ουκ εν πιθοις σοφιας λογοις αλλ εν αποκαλυψει πνευματος και δυναμεως
1Co 2:5 ινα η πιστις υμων μη η εν σοφια ανθρωπων αλλ εν δυναμει θεου
1Co 2:6 σοφιαν δε λαλουμεν εν τοις τελιοις σοφιαν δε ου του αιωνος τουτου ουδε των αρχοντων του αιωνος τουτου των καταργουμενων
1Co 2:7 αλλα λαλουμεν θεου σοφιαν εν μυστηριω την αποκεκρυμμενην ην προωρισεν ο θεος προ των αιωνων εις δοξαν ημων
1Co 2:8 ην ουδε εις των αρχοντων του αιωνος τουτου εγνωκεν ει γαρ εγνωσαν ουκ αν τον κυριον της δοξης εσταυρωσαν
1Co 2:9 αλλα καθως γεγραπται α οφθαλμος ουκ ειδεν και ους ουκ ηκουσεν και επι καρδιανθρωπου ουκ ανεβη α ητοιμασεν ο θεος τοις αγαπωσιν αυτον
1Co 2:10 ημιν δε απεκαλυψεν ο θεος δια του πνευματος αυτου το γαρ πνευμα παντα ερευνα και τα βαθη του θεου
1Co 2:11 τις γαρ οιδεν ανθρωπων τα του ανθρωπου ει μη το πνευμα του ανθρωπου το εν αυτω ουτως και το του θεου ουδις εγνωκεν ει μη το πνευμα του θεου
1Co 2:12 ημις δε ου το πνευμα του κοσμου τουτου ελαβομεν αλλα το πνευμα το εκ του θεου ινα ιδωμεν τα υπο του θεου χαρισθεντα ημειν
1Co 2:13 α και λαλουμεν ουκ εν διδακτοις ανθρωπινης σοφιας λογοις αλλ εν διδακτοις πνευματος πνευματικοις πνευματικα συνκρινοντες
1Co 2:14 ψυχικος δε ανθρωπος ου δεχεται τα του πνευματος του θεου μωρια γαρ αυτω εστιν και ου δυναται γνωναι οτι πνευματικως ανακρινεται
1Co 2:15 ο δε πνευματικος ανακρινει τα παντα αυτος δε υπ ουδενος ανακρινεται
1Co 2:16 τις γαρ εγνω νουν κυριου ος συνβιβασει αυτον ημις δε νουν κυριου εχομεν
1Co 3:1 καγω αδελφοι ουκ ηδυνηθην λαλησαι υμειν ως πνευματικοις αλλ ως σαρκινοις ως νηπιοις εν χριστω
1Co 3:2 γαλα υμας εποτισα και ου βρωμα ουπω γαρ ηδυνασθαι αλλ ουδε ετι νυν δυνασθαι
1Co 3:3 ετι γαρ εστε σαρκινοι οπου γαρ εν υμιν ζηλος και ερις και διχοστασιαι ουχι σαρκινοι εστε και κατα ανθρωπον περιπατειτε
1Co 3:4 οταν γαρ τις λεγη εγω μεν ειμι παυλου ετερος δε εγω απολλω ουχι ανθρωποι εστε
1Co 3:5 τις ουν εστιν απολλως τις δε παυλος διακονοι δι ων επιστευσατε και εκαστω ως ο κυριος εδωκεν
1Co 3:6 εγω εφυτευσα απολλως εποτισεν αλλα ο θεος ηυξανεν
1Co 3:7 ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλα ο αυξανων θεος
1Co 3:8 ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον λημψεται κατα τον ιδιον κοπον
1Co 3:9 θεου γαρ εσμεν συνεργοι θεου γεοργιον θεου οικοδομη εστε
1Co 3:10 κατα την χαριν του θεου την δοθισαν μοι ως σοφος αρχιτεκτων θεμελιον τεθικα αλλος εποικοδομει εκαστος δε βλεπετω πως εποικοδομει
1Co 3:11 θεμελιον γαρ αλλον ουδις δυναται θειναι παρα τον κειμενον ος εστιν χριστος ιησους
1Co 3:12 ει δε τις εποικοδομει επι τον θεμελιον τουτον χρυσον αργυρον λιθους τιμιους ξυλα χορτον καλαμην
1Co 3:13 ο ποιησας τουτο το εργον φανερος γενηται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ δοκιμασει
1Co 3:14 ει τινος το εργον μενει ο εποικοδομησεν μισθον λημψεται
1Co 3:15 ει τινος το εργον κατακαησεται ζημιωθησεται αυτος δε σωθησεται ουτως δε ως δια πυρος
1Co 3:16 ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου οικει εν υμειν
1Co 3:17 ει τις τον ναον του θεου φθιρει φθειρι αυτον ο θεος ο γαρ ναος του θεου αγιος εστιν οιτινες εστε υμεις
1Co 3:18 μηδις εαυτον εξαπατατω κενοις λογοις ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τουτω μωρος γενεσθω ινα γενηται σοφος
1Co 3:19 η γαρ σοφια του κοσμου τουτου μωρια παρα θεω εστιν γεγραπται ο δρασσομενος τους σοφους εν τη πανουργια αυτων
1Co 3:20 και παλιν κυριος γεινωσκει τους διαλογισμους των σοφων οτι εισιν ματαιοι
1Co 3:21 ωστε μηδις καυχασθω εν ανθρωποις παντα γαρ υμων εστιν
1Co 3:22 ειτε παυλος ειτε απολλως ειτε κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε ενεστωτα ειτε μελλοντα παντα υμων
1Co 3:23 υμις δε χριστου χριστος δε θεου
1Co 4:1 ουτως ημας λογιζεσθω ανθρωπος ως υπηρετας χριστου και οικονομους μυστηριων θεου
1Co 4:2 ωδε λοιπον ζητειτε εν τοις οικονομοις ινα τις ευρεθη πιστος
1Co 4:3 εμοι δε εις ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινης ημερας αλλα ουδε εμαυτον ανακρινω
1Co 4:4 ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με κυριος εστιν θεος
1Co 4:5 ωστε μη προ κερου τι κρινετε εως αν ελθη κυριος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο θεου
1Co 4:6 ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και απολλω δι υμας ινα εν υμιν μαθητε το μη υπερ ο γεγραπται ινα εις υπερ του ενος φυσιουσθαι κατα του ετερου
1Co 4:7 τις γαρ σε διακρινει τι δε εχις ο ουκ ελαβες ει δε και ελαβες τι καυχασαι ως μη λαβων
1Co 4:8 ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε και οφελον εβασιλευσατε ινα και ημις συν υμιν συνβασιλευσωμεν
1Co 4:9 δοκω γαρ ο θεος ημας τους αποστολους εσχατους απεδειξεν ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και ανθρωποις
1Co 4:10 ημις μωροι δια χριστον υμις δε φρονιμοι εν χριστω ημεις ασθενις υμεις δε ισχυροι υμεις ενδοξοι ημεις δε ατιμοι
1Co 4:11 αχρι της αρτι ωρας και πινωμεν και διψωμεν και γυμνειτευομεν και κολαφιζομεθα και αστατουμεν
1Co 4:12 και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα
1Co 4:13 βλασφημουμενοι παρακαλουμεν ως περικαθαρμα του κοσμου εγενηθημεν παντων περιψημα εως αρτι
1Co 4:14 ουκ εντρεπων υμας ταυτα γραφω αλλ ως τεκνα μου αγαπητα νουθετω
1Co 4:15 εαν γαρ μυριους παιδαγωγους εχητε εν χριστω αλλ ου πολλους πατερας εν γαρ χριστω ιησου δια του ευαγγελιου εγω υμας εγεννησα
1Co 4:16 παρακαλω δε υμας μειμηται μου γεινεσθαι
1Co 4:17 δια τουτο επεμψα υμιν τειμοθεον ος εστιν τεκνον μου αγαπητον και πιστον εν κυριω ος υμας αναμνησει τας οδους μου τας εν κυριω ιησου καθως πανταχου εν παση εκκλησια διδασκω
1Co 4:18 ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες
1Co 4:19 ελευσομε δε ταχεως προς υμας εαν ο κυριος θεληση και γνωσομαι τον λογον των πεφυσιωμενων αλλα την δυναμιν
1Co 4:20 ου γαρ εν λογω η βασιλεια του θεου αλλ εν δυναμει
1Co 4:21 τι θελετε εν ραβδω ελθω προς υμας η εν αγαπη πνευμα τε πραοτητος
1Co 5:1 ολως ακουετε εν υμιν πορνια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα του πατρος εχειν τινα
1Co 5:2 και υμις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο ποιησας
1Co 5:3 εγω μεν γαρ απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενο
1Co 5:4 εν τω ονοματι του κυριου ημων ιησου συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων ιησου
1Co 5:5 παραδουναι τον τοιουτον τω σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του κυριου ιησου χριστου
1Co 5:6 ου καλον το καυχημα υμων ουκ οιδατε οτικρα ζυμη ολον το φυραμα δολοι
1Co 5:7 εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων ετυθη ετυθη χριστος
1Co 5:8 ωστε εορταζομεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ιλικρινιας και αληθιας
1Co 5:9 εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
1Co 5:10 ου παντως τοις πορνοις τουτου του κοσμου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφιλετε αρα εκ του κοσμου εξελθιν
1Co 5:11 νυνει δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
1Co 5:12 τι γαρ μοι και τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε
1Co 5:13 τους δε εξω ο θεος κρινει εξαρατε τον πονηρον εξ υμων αυτων
1Co 6:1 τολμα τις υμων προς τον ετερον πραγμα εχων κρινεσθαι επι των αδικων και ουχι επι των αγιων
1Co 6:2 η ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και εν υμιν κρινεται ο κοσμος αναξιοι εστε κριτηριων ελαχιστω
1Co 6:3 ουκ οιδατε οτι αγγελους κρινουμεν μητι γε βιωτικα
1Co 6:4 βιωτικα μεν ουν κριτηρια εαν εχητε τους εξουθενημενους εν τη εκκλησια τουτους καθιζετε
1Co 6:5 προς εντροπην υμιν λεγω ουτως ουκ εστιν εν υμιν σοφος ος δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου
1Co 6:6 αλλα αδελφος μετα αδελφου κρεινεται και τουτο μετα απιστων
1Co 6:7 ηδη μεν ολως ητημα υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων δια τι ουχι μαλλον αδικεισθαι δια τι ουχι μαλλον αποστερισθαι
1Co 6:8 αλλ υμις αποστεριτε και αδικειτε και τουτο αδελφους
1Co 6:9 η ουκ οιδατε οτι αδικοι θεου βασιλιαν ου κληρονομησουσι μη πλανασθαι ουδε πορνοι ουδε ειδωλολατραι ουδε μοιχοι ουδε μαλακοι ουδε αρσενοκοιται
1Co 6:10 ουδε κλεπται ουδε πλεονεκται ουτε μεθυσοι ουτε λοιδοροι ουχ αρπαγες θεου βασιλιαν κληρονομησουσιν
1Co 6:11 και ταυτα τινες ητε αλλ απελουσασθαι αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυριου ιησου χριστου και εν τω πνευματι του θεου ημων
1Co 6:12 παντα μοι εξεστιν αλλ ου παντα συνφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος
1Co 6:13 τα βρωματα τη κοιλια και η κοιλια τοις βρωμασιν ο δε θεος και ταυτην και ταυτα καταργησει το δε σωμα ου τη πορνια αλλα τω κυριω και ο κυριος τω σωματι
1Co 6:14 ο δε θεος και τον κυριον ηγειρεν και ημας εξεγιρει δια της δυναμεως αυτου
1Co 6:15 ουκ οιδατε οτι τα σωματα υμων μελη χριστου εστιν αρας ουν τα μελη του χριστου ποιησω μελη πορνης μη γενοιτο
1Co 6:16 ουκ οιδατε οτι ο κολλωμενος τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εις σαρκα μιαν
1Co 6:17 ο δε κολλωμενος τω κυριω εν πνευμα εστιν
1Co 6:18 φευγετε την πορνιαν παν αμαρτημα ο αν ποιηση ανθρωπος εκτος του σωματος εστιν ο δε πορνευων εις το ιδιον σωμα αμαρτανει
1Co 6:19 η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγιου πνευματος ειστιν ου εχετε απο θεου και ουκ εστε εαυτων
1Co 6:20 ηγορασθητε γαρ τειμης δοξασατε δη τον θεον εν τω σωματι υμων
1Co 7:1 περι δε ων εγραψατε μοι καλον ανθρωπω γυναικος γυναικος μη απτεσθαι
1Co 7:2 δια δε τας πορνιας εκαστος την εαυτου γυναικα εχετω και εκαστη τον ιδιον ανδρα εχετω
1Co 7:3 τη γυναικι ο ανηρ την οφιλην αποδιδοτω ομοιως δε και η γυνη τω ανδρι
1Co 7:4 η γυνη του ιδιου σωματος ουκ εξουσιαζει αλλ ο ανηρ ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει αλλα η γυνη
1Co 7:5 μη αποστερειτε αλληλους ει μη τι αν εκ συμφωνου προς καιρον ινα σχολασητε τη προσευχη και παλιν επι το αυτο ητε ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν υμων
1Co 7:6 τουτο δε λεγω κατα συγνωμην ου κατ επιταγην
1Co 7:7 θελω δε παντας ανθρωπους ειναι ως και εμαυτον αλλα εκαστος ιδιον εχει χαρισμα εκ του θεου ο μεν ουτως ο δε ουτως
1Co 7:8 λεγω δε τοις αγαμοις και ταις χηραις καλον αυτοις εαν μινωσιν ως και εγω
1Co 7:9 ει δε ουκ ενκρατευονται γαμησατωσαν κριττον γαρ γαμησαι η πυρουσθαι
1Co 7:10 τοις δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλα ο κυριος γυναικα απο ανδρος μη χωριζεσθαι
1Co 7:11 εαν δε και χωρισθη μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι
1Co 7:12 τοις δε λοιποις ουχ εγω λεγω ουχ ο κυριος ει τις αδελφος γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην
1Co 7:13 και γυνη ει τις εχει ανδρα απιστον και ουτος συνευδοκει οικειν μετ αυτης μη αφιετω τον ανδρα
1Co 7:14 ηγιαστε γαρ ο ανηρ ο απιστος εν τη γυναικι τη πιστη και ηγιασται η γυνη η απιστος εν τω αδελφω επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυνει δε αγια εστιν
1Co 7:15 ει δε ο απιστος χωριζετε χωριζεσθω ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις εν δε ειρηνη κεκληκεν ημας ο θεος
1Co 7:16 τι γαρ οιδας γυναι ει τον ανδρα σωσεις η τι οιδας ανερ ει την γυναικα σωσεις
1Co 7:17 ει μη εκαστω ως εμερισεν ο κυριος εκαστον ως κεκληκεν ο θεος ουτως περιπατειτω και ουτως εν ταις εκκλησιαις πασαις διδασκω
1Co 7:18 περιτετνημενος εκληθη τις μη επισπασθω εν ακροβυστια τις κεκληται μη περιτεμνεσθω
1Co 7:19 η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησις εντολων θεου
1Co 7:20 εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω
1Co 7:21 δουλος εκληθης μη σοι μελετω αλλα ει και δυνασε ελευθερος γενεσθε μαλλον χρησαι
1Co 7:22 ο γαρ εν κυριω κληθις δουλος απελευθερος κυριου εστιν ομοιως δε και ο ελευθερος κληθις δουλος εστιν χριστου
1Co 7:23 τειμης ηγορασθητε μη γεινεσθαι δουλοι ανθρωπων
1Co 7:24 εκαστος αδελφοι εν ω εκληθητε εν τουτω μενετω παρα θεω
1Co 7:25 περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι
1Co 7:26 νομιζω ουν τουτο καλον υπαρχει δια την ενεστωσαν αναγκην οτι καλον εστιν ανθρωπω το ουτως ειναι
1Co 7:27 δεδεσε γυναικι μη ζητι λυσιν λελυσαι απο γυναικος μη ζητει γυναικα
1Co 7:28 εαν δε και λαβης γυναικα ουκ ημαρτες και εαν γαμη η παρθενος ουκ ημαρτε θλιψιν δε εν τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φιδομαι
1Co 7:29 τουτο δε φημι αδελφοι οτι ο καιρος συνεσταλμενος εστι λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν
1Co 7:30 και οι κλεοντες ως μη κλεοντες και οι χαιροντες ως μη χαιροντες και οι αγοραζοντες ως μη κατεχοντες
1Co 7:31 και οι χρωμενοι τον κοσμον τουτο ως μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου
1Co 7:32 θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεση τω κυριω
1Co 7:33 ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεση τη γυναικι
1Co 7:34 και μεμερισται η γυνη και η παρθενος η αγαμος μεριμνα τα του κυριου ινα η αγια σωματι και πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεση τω ανδρι
1Co 7:35 τουτο δε προς το υμων αυτων συμφορον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως
1Co 7:36 ει δε τις ασχημονιν νομιζει επι την παρθενον αυτου εαν η υπερακμος και ουτως οφιλι γεινεσθαι ο θελει ποιειτω ουκ αμαρτανει γαμειτω
1Co 7:37 ος δε εστηκεν εν τη καρδια αυτου εδρεος μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματος και τουτο κεκρικεν εν τη καρδια αυτου του τηριν την εαυτου παρθενον καλως ποιει
1Co 7:38 ωστε και ο γαμιζων την παρθενον εαυτου καλως ποιει και ο μη γαμιζων κρισσον ποιει
1Co 7:39 γυνη δεδετε εφ οσον χρονον ζη ο ανηρ αυτης εαν δε κοιμηθη ο ανηρ αυτης ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω
1Co 7:40 μακαριωτερα δε εστιν εαν ουτως μεινη κατα την εμην γνωμην δοκω δε καγω πνευμα θεου εχειν
1Co 8:1 περι δε των ειδωλοθυτων οιδαμεν οτι παντες γνωσιν εχομεν η γνωσις φυσιοι η δε αγαπη οικοδομει
1Co 8:2 ει δε τις δοκι εγνωκεναι τι ουδεπω εγνω καθως δει γνωναι
1Co 8:3 ει δε τις αγαπα τον θεον ουτος εγνωσται υπ αυτου
1Co 8:4 περι δε της γνωσεως των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδις θεος ει μη εις
1Co 8:5 και γαρ ειπερ εισιν λεγομενοι θεοι και κυριοι ειτε εν ουρανω ειτε επι γης ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι
1Co 8:6 αλλ ημιν εις θεος ο πατηρ εξ ου παντα και ημις εις αυτον και εις κυριος ιησους χριστος δι ου τα παντα και ημις δι αυτου
1Co 8:7 αλλ ουκ εν πασιν η γνωσις τινες δε τη συνιδησει εως αρτι του ειδωλου ως ειδωλοθυτον εσθιουσιν και η συνειδησις αυτων ασθενης ουσα μολυνεται
1Co 8:8 βρωμα δε ημας ου παριστησιν τω θεω ουτε γαρ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα
1Co 8:9 βλεπετε δε μη πως η εξουσια υμων αυτη προσκομμα γενηται τοις ασθενεσιν
1Co 8:10 εαν γαρ τις ιδη σε τον εχοντα γνωσιν εν ειδωλιω κατακιμενον ουχι η συνιδησις αυτου ασθενους οντος οικοδομηθησεται εις το εσθιειν τα ιδωλοθυτα
1Co 8:11 και απολυται ο ασθενων εν τη ση γνωσει ο αδελφος δι ον χριστος απεθανεν
1Co 8:12 ουτως δε αμαρτανοντες εις τους αδελφους και τυπτοντες αυτων την συνιδησιν ασθενουσαν εις χριστον αμαρτανετε
1Co 8:13 διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εις τον αιωνα ινα μη τον αδελφον σκανδαλισω
1Co 9:1 ουκ ιμι αποστολος ουκ ιμι ελευθερος ουχι ιησουν χριστον τον κυριον ημων εωρακα ου το εργον μου υμις εστε εν κυριω
1Co 9:2 ει αλλοις ουκ ιμι αποστολος αλλα γε υμιν ειμι η γαρ σφραγις της εμης αποστολης υμις εστε
1Co 9:3 η εμη απολογια τοις εμε ανακρινουσιν αυτη εστιν
1Co 9:4 μη ουκ εχομεν εξουσιαν φαγειν και πιν
1Co 9:5 μη ουκ εχομεν εξουσιαν αδελφη γυναικα περιαγειν ως και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφας
1Co 9:6 η μονος εγω και βαρναβας ουκ εχομεν εξουσιαν μη εργαζεσθαι
1Co 9:7 τις στρατευετε ιδιοις οψωνιοις ποτε τις φυτευει αμπελωνα και τον καρπον αυτου ουκ εσθιει και πινει τις ποιμαινει ποιμνην και εκ του γαλακτος αυτης ουκ εσθιει
1Co 9:8 μη κατα ανθρωπον ταυτα λεγω η και ο νομος ταυτα ου λεγει
1Co 9:9 γεγραπται γαρ ου κημωσεις βουν αλοωντα μη περι των βοων μελι τω θεω
1Co 9:10 η δι ημας παντως λεγει δι ημας γαρ εγραφη οτι επ ελπιδι αροτριων οφιλι αροτριαν και ο αλοων της ελπιδος αυτου μετεχειν
1Co 9:11 ει ημις υμιν τα πνευματικα εσπιραμεν ου μεγα ει ημις υμων τα σαρκικα θερισωμεν
1Co 9:12 ει αλλοι της υμων εξουσιας μετεχουσιν ου μαλλον ημις αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη εκκοπην τινα δωμεν τω ευαγγελιω του χριστου
1Co 9:13 ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι τα εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω παρεδρευοντες τω θυσιαστηριω συνμεριζοντε
1Co 9:14 ουτως και ο κυριος διεταξεν τοις το ευαγγελιον καταγγελλουσι εκ του ευαγγελιου ζην
1Co 9:15 εγω δε ουκ εχρημαι ουδενι τουτω ουκ εγραψα δε ταυτα ινα ουτως γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανιν η το καυχημα μου ουδις κενωσει
1Co 9:16 εαν γαρ ευαγγελισωμαι ουκ εστιν μοι χαρις αναγκη γαρ μοι επικειται ουαι γαρ μοι εστιν εαν μη ευαγγελισωμαι
1Co 9:17 ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι
1Co 9:18 τις ουν εσται μοι ο μισθος ινα ευαγγελιζομενος αδαπανον θησω το ευαγγελιον εις το μη καταχρησασθαι την εξουσιαν μου εν τω ευαγγελιω μου
1Co 9:19 ελευθερος γαρ ων εκ παντων εν πασιν εμαυτον εδουλωσα ινα τους πλιονας κερδησω
1Co 9:20 εγενομην τοις ιουδαιοις ως ιουδαιος ινα ιουδαιους κερδησω τοις υπο νομον ως υπο νομον μη ων αυτος υπο νομον ινα τους υπο νομον κερδησω
1Co 9:21 τοις ανομοις ως ανομος μη ων ανομος θεου αλλ εννομος χριστου ινα τους ανομους κερδησω
1Co 9:22 εγενομην τοις ασθενουσιν ως ασθενης ινα τους ασθενις κερδησω τοις πασιν γεγονα παντα ινα παντας σωσω
1Co 9:23 παντα δε ποιω δια το ευαγγελιον ινα συνκοινωνος αυτου γενωμαι
1Co 9:24 ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν εις δε λαμβανει το βραβιον ουτω τρεχετε ινα καταλαβητε
1Co 9:25 πας δε ο αγωνιζομενος παντα ενκρατευετε εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημις δε αφθαρτον
1Co 9:26 εγω τοινυν ουτως τρεχω ως ουκ αδηλως ουτως πυκτευω ως ουκ αερα δερων
1Co 9:27 αλλ υπωπιαζω μου το σωμα και δουλαγωγω μη πως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι
1Co 10:1 ου θελω γαρ υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον
1Co 10:2 και παντες εις τον μωσην εβαπτισθησαν εν τη νεφελη και εν τη θαλασση
1Co 10:3 και παντες το αυτο βρωμα πνευματικον εφαγον
1Co 10:4 και παντες το αυτο πομα πνευματικον επιαν επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η πετρα δε ην ο χριστος
1Co 10:5 αλλ ουκ εν τοις πλιοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω
1Co 10:6 ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν
1Co 10:7 μηδε ειδωλολατραι γεινεσθαι καθως και τινες αυτων ως γεγραπται εκαθισεν ο λαος φαγειν και πειν και ανεστησαν παιζειν
1Co 10:8 μηδε εκπορνευωμεν καθως τινες αυτων εξεπορνευσαν και επεσαν μια ημερα εικοσι τρις χιλιαδες
1Co 10:9 μηδε εκπιραζωμεν τον χριστον καθως τινες αυτων εξεπιρασαν και υπο των οφεων απωλοντο
1Co 10:10 μηδε γογγυζωμεν καθως τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολεθρευτου
1Co 10:11 παντα δε ταυτα τυποι συνεβαινον εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντηκεν
1Co 10:12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση
1Co 10:13 πιρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ αφησει υμας πειρασθηναι υπερ ο δυνασθαι αλλα ποιησει συν τω πιρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν
1Co 10:14 διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας
1Co 10:15 ως φρονιμοις υμιν λεγω κρινατε ουν φημι
1Co 10:16 το ποτηριον της ευλογιας ο ηυλογουμεν ουχι κοινωνια του αιματος του χριστου εστιν τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του κυριου εστιν
1Co 10:17 οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου και του ποτηριου μετεχομεν
1Co 10:18 βλεπετε τον ισραηλ κατα σαρκα ουχ οι εσθοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν
1Co 10:19 τι ουν φημι οτι ειδωλοθυτον εστιν τι ουχ οτι ειδωλον εστιν τι
1Co 10:20 α δε θυουσιν δαιμονιοις θυουσιν και ου θεω ου θελω δε υμας δαιμονιων κοινωνους γεινεσθαι
1Co 10:21 ου δυνασθαι ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθαι τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων
1Co 10:22 η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν
1Co 10:23 παντα εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ου παντα οικοδομει
1Co 10:24 μηδις το εαυτου ζητειτω αλλα το του ετερου
1Co 10:25 παν το εν μακελλω πωλουμενο εσθιετε μηδεν ανακρινοντες δια την συνιδησιν
1Co 10:26 του κυριου γαρ η γη και το πληρωμα αυτης
1Co 10:27 ει τις καλει υμας των απιστων εις διπνον και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνιδησιν
1Co 10:28 εαν δε τις υμιν ειπη τουτο ειδωλοθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και δια την συνιδησιν
1Co 10:29 συνιδησιν δε λεγω ου την σεαυτου αλλα την του ετερου ινατι γαρ η ελευθερια μου κρεινεται υπο αλλης συνιδησεως
1Co 10:30 ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω
1Co 10:31 ειτε ουν εσθιετε ειτε πινετε ειτε ποιειτε τι παντα εις δοξαν θεου ποιειτε
1Co 10:32 απροσκοποι γεινεσθαι και ιουδαιοις και ελλησιν και τη εκκλησια του θεου
1Co 10:33 καθως καγω πασιν παντα αρεσκω μη ζητων το εμαυτου συμφερον αλλα το των πολλων ινα σωθωσιν
1Co 11:1 μιμηται μου γινεσθαι καθως καγω χριστου
1Co 11:2 επαινω δε υμας αδελφοι οτι παντα μου μεμνησθαι και καθως παρεδωκα υμειν τας παραδοσις μου κατεχετε
1Co 11:3 θελω δε υμας ειδεναι οτι παντος ανδρος η κεφαλη χριστος εστιν κεφαλη δε γυναικος ο ανηρ κεφαλη δε του χριστου ο θεος
1Co 11:4 πας ανηρ προσευχομενος η προφητευων κατα κεφαλης εχων κατεσχυνει την κεφαλην αυτου
1Co 11:5 πασα δε γυνη προσευχομενη η προφητευουσα ακατακαλυπτω κεφαλη κατεσχυνει την κεφαλην αυτης εν γαρ εστιν και το αυτο τη εξυρημενη
1Co 11:6 ει γαρ ου κατακαλυπτεται γυνη και κειρασθω ει δε αισχρον γυναικι το κιρασθαι η ξυρασθαι κατακαλυπτεσθω
1Co 11:7 ανηρ μεν γαρ ουκ οφιλει κατακαλυπτεσθαι την κεφαλην εικων και δοξα θεου υπαρχων η γυνη δε δοξα ανδρος εστιν
1Co 11:8 ου γαρ εστιν ανηρ εκ γυναικος αλλα γυνη εξ ανδρος
1Co 11:9 και γαρ ουκ εκτισθη ανηρ δια την γυναικα αλλα γυνη δια τον ανδρα
1Co 11:10 δια τουτο οφιλι η γυνη εξουσιαν εχειν επι της κεφαλης δια τους αγγελους
1Co 11:11 πλην ουτε γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος εν κυριω
1Co 11:12 ωσπερ γαρ η γυνη εκ του ανδρος ουτως και ο ανηρ δια της γυναικος τα δε παντα εκ του θεου
1Co 11:13 υμις αυτοι κρινατε πρεπον εστιν γυναικα ακατακαλυπτον προσευχεσθαι τω θεω
1Co 11:14 ουδε η φυσις αυτη διδασκει υμας οτι ανηρ μεν αν κομα ατιμια αυτω εστιν
1Co 11:15 γυνη δε εαν κομα δοξα αυτη εστιν οτι η κομη αντι περιβολαιου δεδοται
1Co 11:16 ει δε τις δοκει φιλονικος ειναι ημις τοιαυτην συνηθιαν ουκ εχομεν ουδε αι εκκλησιαι του θεου
1Co 11:17 τουτο δε παραγγελλω ουκ επαινω οτι ουκ ις το κρισσον αλλα εις το ησσον συνερχεσθαι
1Co 11:18 πρωτον μεν γαρ συνερχομενων υμων εν εκκλησια ακουω σχισματα υπαρχειν εν υμιν και μερος τι πιστευω
1Co 11:19 δει γαρ και αιρεσις ειναι ινα και οι δοκιμοι φανεροι γενωνται εν υμειν
1Co 11:20 συνερχομενων υμων επι το αυτο ουκετι κυριακον δειπνον φαγειν
1Co 11:21 εκαστος γαρ το ιδιον δειπνον προλαμβανει επι τω φαγειν και ος μεν πεινα ος δε μεθυει
1Co 11:22 μη γαρ οικιας ουκ εχετε εις το εσθιειν και πινειν η της εκκλησιας του θεου καταφρονειτε και κατεσχυνετε τους μη εχοντας τι ειπω υμειν επαινεσω υμας εν τουτω ουκ επενω
1Co 11:23 εγω γαρ παρελαβον παρα κυριου ο και παρεδωκα υμειν οτι ο κυριος ιησους εν η νυκτι παρεδιδετο ελαβε τον αρτον
1Co 11:24 και ευχαριστησας εκλασεν και ειπεν τουτο μου εστιν το σωμα το υπερ υμων θρυπτομενον τουτο ποιειτε εις την εμην αναμνησιν
1Co 11:25 ωσαυτως και το ποτηριον μετα το δειπνησε λεγων τουτο το ποτηριον η καινη διαθηκη εστιν εν τω εμω αιματι τουτο ποιειτε οσακις αν πινητε εις την εμην αναμνησιν
1Co 11:26 οσακις γαρ αν εσθιητε τον αρτον τουτον και το ποτηριον πινητε τον θανατον του κυριου καταγγελλετε αχρις ου ελθη
1Co 11:27 ωστε ος αν εσθιη τον αρτον η πινη το ποτηριον του κυριου αναξιως ενοχος εσται του σωματος και του αιματος του κυριου
1Co 11:28 δοκιμαζετω δε εαυτον ο ανθρωπος και ουτως εκ του αρτου εσθιετω και εκ του ποτηριου πινετω
1Co 11:29 ο γαρ εσθιων και πινων αναξιως κριμα εαυτω εσθιει και πινει μη διακρινων το σωμα του κυριου
1Co 11:30 δια τουτο εν υμιν πολλοι ασθενις και αρρωστοι και κοιμωνται ικανοι
1Co 11:31 ει δε εαυτους διεκρινομεν ουκ αν εκρινομεθα
1Co 11:32 κρινομενοι δε υπο κυριου παιδευομεθα ινα μη συν τω κοσμω κατακριθωμεν
1Co 11:33 ωστε αδελφοι μου συνερχομενοι εις το φαγειν αλληλους εκδεχεθαι
1Co 11:34 ει τις πεινα εν οικω εσθιετω ινα μη εις κριμα συνερχησθαι τα δε λοιπα ως αν ελθω διαταξωμαι
1Co 12:1 περι δε των πνευματικων ου θελω υμας αγνοειν αδελφοι
1Co 12:2 οιδατε οτι οτε εθνη ητε προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγομενοι
1Co 12:3 διο γνωριζω υμιν οτι ουδις εν πνευματι θεου λεγει αναθεμα ιησουν και ουδις δυναται ειπειν κυριον ιησουν ει μη εν πνευματι αγιω
1Co 12:4 διαιρεσεις δε χαρισματων εισιν το δε αυτο πνευμα
1Co 12:5 και διαιρεσις διακονιων εισιν και ο αυτος κυριος
1Co 12:6 και διαιρεσεις ενεργηματων εισιν ο αυτος δε θεος ο ενεργων παντα εν πασιν
1Co 12:7 εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον
1Co 12:8 ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα
1Co 12:9 ετερω πιστις εν τω αυτω πνευματι αλλω χαρισματα ιαματων εν τω αυτω πνευματι
1Co 12:10 αλλω ενεργια δυναμεως αλλω προφητια αλλω διακρισις πνευματων ετερω γενη γλωσσων αλλω διερμηνια γενη γλωσσων
1Co 12:11 ταυτα δε παντα ενεργει εν και το αυτο πνευμα διερουμενα εκαστω καθως βουλεται
1Co 12:12 καθαπερ γαρ το σωμα εν εστιν μελη δε εχει πολλα παντα δε τα μελη εκ του σωματος του ενος πολλα οντα εν εστιν σωμα ουτως και ο χριστος
1Co 12:13 και γαρ εν ενι πνευματι ημις παντες εις εσμεν εν σωμα εβαπτισθημεν ειτε ιουδαιοι ειτε ελληνες ειτε δουλοι ειτε ελευθεροι και παντες εν πνευμα εποτισθημεν
1Co 12:14 και γαρ το σωμα ουκ εστιν εν μελος αλλα πολλα
1Co 12:15 εαν ειπη ο πους οτι ουκ ιμι χειρ ουκ ιμει εκ του σωματος ου παρα τουτο ουκ εστιν εκ του σωματος
1Co 12:16 εαν ειπη το ους οτι ουκ ιμι οφθαλμος ουκ ιμι εκ του σωματος ου παρα τουτο ουκ εστιν εκ του σωματος
1Co 12:17 ει ολον το σωμα ο οφθαλμος που η ακοη ει ολον ακοη που η οσφρησις
1Co 12:18 νυν δε ο θεος εθετο τα μελη εν εκαστον αυτων εν τω σωματι καθως ηθελησεν
1Co 12:19 ει δε ην τα παντα εν μελος που το σωμα
1Co 12:20 νυν δε πολλα μελη εν δε σωμα
1Co 12:21 ου δυναται δε ο οφθαλμος ειπειν τη χειρι χριαν σου ουκ εχω η παλιν η κεφαλη τοις ποσιν χριαν υμων ουκ εχω
1Co 12:22 αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματος ασθενεστερα υπαρχει αναγκαια εστιν
1Co 12:23 και α δοκουμεν ατειμοτερα ειναι μελη του σωματος τουτοις τειμην περισσοτεραν περιτιθεμεν και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει
1Co 12:24 τα δε ευσχημονα ημων ου χριαν εχει τειμης αλλα ο θεος συνεκερασεν το σωμα τω υστερουντι περισσοτεραν δους τειμην
1Co 12:25 ινα μη η σχισματα εν τω σωματι αλλα τα αυτα υπερ αλληλων μεριμνα τα μελη
1Co 12:26 και ειτε πασχει εν μελος συνπασχει παντα τα μελη ειτε δοξαζετε εν μελος συνχαιρει παντα τα μελη
1Co 12:27 υμις δε εστε σωμα χριστου και μελη εκ μελους
1Co 12:28 και ους μεν εθετο ο θεος εν τη εκκλησια πρωτον αποστολους δευτερον προφητας τριτον δε διδασκαλους επιτα δυναμις χαρισματα ιαματων αντιλημψις κυβερνησις γενη γλωσσων
1Co 12:29 μη παντες αποστολοι μη παντες προφηται μη παντες διδασκαλοι μη παντες δυναμις
1Co 12:30 μη παντες χαρισματα εχουσιν ιαματων μη παντες γλωσσαις λαλουσιν μη παντες διερμηνευουσιν
1Co 12:31 ζηλουτε δε τα χαρισματα τα κρισσονα και ει τι καθ υπερβολην οδον υμιν δεικνυμει
1Co 13:1 εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω εν ειμι χαλκος ηχων η κυμβαλον αλαλαζων
1Co 13:2 και εαν εχω προφητιαν και ιδω τα μυστηρια παντα και πασαν την γνωσιν και εαν εχω πασαν την πιστιν ωστε ορη μεθισταναι αγαπην δε μη εχω ουδεν ειμι
1Co 13:3 και εαν ψωμισω παντα τα υπαρχοντα μου και εαν παραδω το σωμα μου ινα καυθησομαι αγαπην δε μη εχω ουδεν ωφελουμαι
1Co 13:4 η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι η αγαπη ου περπερευεται ου φυσιουται
1Co 13:5 ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον
1Co 13:6 ου χαιρει επι τη αδικια συνχαιρει δε τη αληθια
1Co 13:7 παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει
1Co 13:8 η αγαπη ουδεποτε εκπιπτει ειτε προφητιαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται
1Co 13:9 εκ μερους γαρ γεινωσκομεν και εκ μερους προφητευομεν
1Co 13:10 οταν δε ελθη το τελειον καταργηθησεται το εκ μερους
1Co 13:11 οτε δε ημην νηπιος ως νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην οτε γεγονα ανηρ τα του νηπιου κατηργηκα
1Co 13:12 βλεπομεν αρτι ως δι εσοπτρου εν ενιγματι τοτε δε προσωπον προς προσωπον αρτι γιγνωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και ω επεγνωσθην
1Co 13:13 νυνει δε μενι πιστις ελπις αγαπη τα τρια ταυτα μειζω δε τουτων η αγαπη
1Co 14:1 διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε
1Co 14:2 ο γαρ λαλων γλωσσαις ουκ ανθρωποις λαλει αλλα θεω ουδις γαρ ακουει πνευματι δε λαλει μυστηρια
1Co 14:3 ο δε προφητευων ανθρωποις λαλει οικοδομην και παρακλησιν και παραμυθιαν
1Co 14:4 ο λαλων γλωσσαις εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει
1Co 14:5 θελω δε παντας υμας λαλειν γλωσσαις μαλλον δε προφητευειν μειζων γαρ ο προφητευων η ο λαλων γλωσσαις εκτος ει μη διερμηνευων ινα η εκκλησια οικοδομην λαβη
1Co 14:6 νυν δε αδελφοι εαν ελθω προς υμας γλωσσαις λαλων τι υμας ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητια η διδαχη
1Co 14:7 ομως τα αψυχα φωνην διδοντα ειτε αυλος ειτε κιθαρα εαν μη διαστολην τοις φθογγοις δω πως γνωσθη το αυλουμενον η το κιθαριζομενον
1Co 14:8 και γαρ εαν αδηλον φωνην σαλπιγξ δωη τις παρασκευασεται εις πολεμον
1Co 14:9 ουτως και υμις δια της γλωσσης εαν μη ευσχημον λογον δωτε πως γνωσθησεται το λαλουμενον εσεσθαι γαρ εις αερα λαλουντες
1Co 14:10 ει τυχοι γενη φωνων εισιν εν τω κοσμω και ουδεν αφωνον εστιν
1Co 14:11 εαν ουν μη ιδω την δυναμιν της φωνης εσομαι τω λαλουντι βαρβαρος και ο λαλων εμοι βαρβαρος
1Co 14:12 ουτως και υμις επι ζηλωτε εστε πνευματων προς την οικοδομην της εκκλησιας ζητειτε ινα περισσευητε
1Co 14:13 διο ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη
1Co 14:14 εαν γαρ προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νους μου ακαρπος εστιν
1Co 14:15 τι ουν εστιν προσευξωμαι τω πνευματι προσευξωμαι δε και τω νοι ψαλω τω πνευματι ψαλω δε και τω νοι
1Co 14:16 επι εαν ευλογης εν πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πως ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεις ουκ οιδεν
1Co 14:17 συ μεν γαρ καλως ευχαριστεις αλλ ο ετερος ουκ οικοδομειται
1Co 14:18 ευχαριστω τω θεω παντων υμων μαλλον γλωσση λαλω
1Co 14:19 αλλα εν εκκλησια θελω πεντε λογους τω νοι μου λαλησαι ινα και αλλους κατηχησω η μυριους λογους εν γλωσση
1Co 14:20 αδελφοι μη παιδια γινεσθαι ταις φρεσι αλλα τη κακια νηπιαζετε ταις δε φρεσιν τελειοι γινεσθε
1Co 14:21 εν τω νομω γεγραπται οτι εν ετερογλωσσοις και εν χειλεσιν ετεροις λαλησω τω λαω τουτω και ουδ ουτως εισακουσονται μου λεγει κυριος
1Co 14:22 ωστε αι γλωσσαι εις σημειον εισιν ου τοις πιστευουσιν αλλα τοις απιστοις η δε προφητια ου τοις απιστοις αλλα τοις πιστευουσιν
1Co 14:23 εαν ουν συνελθη ολη η εκκλησια επι το αυτο και λαλωσιν γλωσσαις παντες εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθαι
1Co 14:24 εαν δε παντες προφητευωσιν εισελθη δε τις απιστος η ιδιωτης ελενχεται υπο παντων ανακρινεται υπο παντων
1Co 14:25 τα κρυπτα της καρδιας αυτου φανερα γεινεται και ουτως πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι οντως θεος εν υμιν εστιν
1Co 14:26 τι ουν εστιν αδελφοι οταν συνερχησθαι εκαστος υμων ψαλμον εχει διδαχην εχει αποκαλυψιν εχει γλωσσαν εχει διερμηνιαν εχει παντα προς οικοδομην γεινεσθω
1Co 14:27 ειτε γλωσση τις λαλει κατα δυο η το πλιστον τρις και ανα μερος και εις διερμηνευετω
1Co 14:28 εαν δε μη η ο ερμηνευτης σειγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω
1Co 14:29 προφηται δε δυο η τρις λαλειτωσαν και αλλοι ανακρινετωσαν
1Co 14:30 εαν αλλω αποκαλυφθη καθημενω ο πρωτος σιγατω
1Co 14:31 δυνασθαι γαρ παντες καθ ενα προφητευειν ινα παντες μανθανωσιν και παντες παρακαλωνται
1Co 14:32 και πνευμα προφητων προφηταις υποτασσεται
1Co 14:33 ου γαρ εστιν ακαταστασιας ο θεος αλλα ειρηνης ως εν πασαις ταις εκκλησιαις των αγιων
1Co 14:34 αι γυναικαις υμων εν ταις εκκλησιαις σιγατωσαν ου γαρ επιτρεπετε αυταις λαλειν αλλα υποτασσεσθαι καθως και ο νομος λεγει
1Co 14:35 ει τι δε μαθιν θελουσιν εν οικω τους ιδιους ανδρας επερωτατωσαν αισχρον γαρ εστιν γυναιξιν εν εκκλησια λαλιν
1Co 14:36 η αφ υμων ο λογος του θεου εξηλθεν η εις υμας μονους κατηντησεν
1Co 14:37 ει τις δοκει προφητης ειναι η πνευματικος επιγιγνωσκετω α γραφω υμιν οτι κυριου εστιν
1Co 14:38 ει δε τις αγνοει αγνοειτε
1Co 14:39 ωστε αδελφοι ζηλουτε το προφητευειν και το λαλειν εν γλωσσαις μη κωλυετε
1Co 14:40 παντα δε ευσχημονως και κατα ταξιν γεινεσθω
1Co 15:1 γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευαγγελισαμην υμιν ο και παρελαβετε εν ω και στηκετε
1Co 15:2 δι ου και σωζεσθαι τινι λογω και ευηνγελισαμην υμειν οφιλετε κατεχειν εκτος ει μη εικη επιστευσατε
1Co 15:3 παρεδωκα γαρ υμιν εν πρωτοις ο και παρελαβον οτι χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας
1Co 15:4 και οτι εταφη και οτι εγηγερται τη ημερα τη τριτη κατα τας γραφας
1Co 15:5 και οτι ωφθη κηφα και μετα ταυτα τοις ενδεκα
1Co 15:6 επιτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ εξ ων οι πλιονες μενουσιν εως αρτι τινες δε εκοιμηθησαν
1Co 15:7 ειτα ωφθη ιακωβω ειτα τοις αποστολοις πασιν
1Co 15:8 εσχατον δε παντων ωσπερ τω εκτρωματι ωφθη καμοι
1Co 15:9 εγω γαρ ειμι ο ελαχιστος των αποστολων ος ουκ ιμι ικανος καλεισθαι αποστολος διοτι εδιωξα την εκκλησιαν του θεου
1Co 15:10 χαριτι δε θεου ειμι ο ειμι και η χαρις αυτου εις εμε πτωχη ουκ εγενηθη αλλα περισσοτερον παντων εκοπιασα ουκ εγω δε αλλα η χαρις του θεου συν εμοι
1Co 15:11 ειτε δε εγω ειτε εκεινοι ουτως κηρυσσωμεν και ουτως επιστευσατε
1Co 15:12 ει δε χριστος κηρυσσετε εκ νεκρων οτι εγηγερται πως λεγουσιν τινες εν υμιν οτι αναστασις νεκρων ουκ εστιν
1Co 15:13 ει δε αναστασις νεκρων ουκ εστιν ουδε
1Co 15:14 χριστος ουκ εγηγερται κενον αρα και το κηρυγμα ημων κενη και η πιστις ημων
1Co 15:15 ευρισκομεθα δε ψευδομαρτυρες του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν
1Co 15:16 ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστος εγηγερται
1Co 15:17 ει δε χριστος ουκ εγηγερται ματεα η πιστις υμων εστιν ετι εστε εν ταις αμαρτιαις υμων
1Co 15:18 αρα και οι κοιμηθεντες εν χριστω απωλοντο
1Co 15:19 ει εν τη ζωη ταυτη εν χριστω ηλπικοτες εσμεν μονον ελεεινοτεροι εσμεν παντων ανθρωπων
1Co 15:20 νυνει δε χριστος εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενω
1Co 15:21 επιδη γαρ δι ανθρωπου θανατος και δι ανθρωπου αναστασις νεκρων
1Co 15:22 ωσπερ γαρ εν τω αδαμ παντες αποθνησκουσιν ουτως και εν τω χριστω παντες ζωοποιηθησονται
1Co 15:23 εκαστος δε εν τω ιδιω ταγματι απαρχη χριστος επιτα οι του χριστου εν τη παρουσια αυτου
1Co 15:24 ειτα το τελος οταν παραδιδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν
1Co 15:25 δει γαρ αυτον βασιλευειν αχρις ου θη παντας τους εχθρους υπο τους ποδας αυτου
1Co 15:26 
1Co 15:27 παντα γαρ υπεταξεν υπο τους ποδας αυτου εσχατος εχθρος καταργειτε ο θανατος οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα
1Co 15:28 οταν δε αυτω υποταγη τα παντα τοτε αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα ο θεος η παντα εν πασιν
1Co 15:29 επι τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολως νεκροι ουκ εγειρονται τι και βαπτιζοντε υπερ αυτων
1Co 15:30 τι και ημις κινδυνευομεν πασαν ωραν
1Co 15:31 καθ ημεραν αποθνησκω νη την υμετεραν καυχησιν ην εχω εν κυριω
1Co 15:32 ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι οφελος ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν
1Co 15:33 μη πλανασθαι φθιρουσιν ηθη χρηστα ομιλιαι κακαι
1Co 15:34 εκνιψατε δικαιως και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινες εχουσιν προς εντροπην υμιν λαλω
1Co 15:35 αλλ ερει τις πως εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται
1Co 15:36 αφρων συ ο σπιρεις ου ζωοποιειτε εαν μη αποθανη πρωτον
1Co 15:37 και ο σπιρεις ου το σωμα το γενησομενον σπιρεις αλλα γυμνον κοκκον ει τυχοι σειτου η τινος των λοιπων
1Co 15:38 ο δε θεος αυτω διδωσιν σωμα καθως ηθελησεν και εκαστω των σπερματων ιδιον σωμα
1Co 15:39 ου πασαρξ η αυτη σαρξ αλλη μεν ανθρωπου αλλη δε κτηνους αλλη σαρξ πετινων αλλη δε ιχθυων
1Co 15:40 και σωματα επουρανια και σωματα επιγια αλλα ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγιων
1Co 15:41 αλλη δοξα ηλιου και αλλη δοξα σεληνης και αλλη δοξα αστερων αστηρ γαρ αστερος διαφερει εν δοξη
1Co 15:42 ουτως και η αναστασις των νεκρων σπιρετε εν φθορα εγειρετε εν αφθαρσια
1Co 15:43 σπειρετε εν ατιμια εγειρετε εν δοξη σπειρετε εν ασθενια εγειρετε εν δυναμει
1Co 15:44 σπειρετε σωμα ψυχικον εγειρετε σωμα πνευματικον ει εστιν σωμα ψυχικον εστιν και πνευματικον
1Co 15:45 ουτως και γεγραπται εγενετο ο πρωτος ανθρωπος αδαμ εις ψυχην ζωσαν ο εσχατος αδαμ εις πνευμα ζωοποιουν
1Co 15:46 αλλα ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον
1Co 15:47 ο πρωτος ανθρωπος εκ γης χοικος ο δευτερος ανθρωπος εξ ουρανου
1Co 15:48 οιος ο χοικος τοιουτοι και οι χοικοι και οιος ο ουρανιος τοιουτοι και οι ουρανιοι
1Co 15:49 και καθως εφορεσαμεν την εικονα του χοικου φορεσωμεν και την εικονα του επουρανιου
1Co 15:50 τουτο γαρ φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυνανται ουδε η φθορα την αφθαρσιαν κληρονομησει
1Co 15:51 ιδου μυστηριον υμειν λεγω παντες αναστησομεθα ου παντες δε αλλαγησομεθα
1Co 15:52 εν ατομω εν ροπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι αναστησονται αφθαρτοι και ημις αλλαγησομεθα
1Co 15:53 δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν
1Co 15:54 οταν δε το φθαρτον τουτο ενδυσητε αφθαρσιαν και το θνητον τουτο ενδυσητε αθανασιαν τοτε γενησεται ο λογος ο γεγραμμενος κατεποθη ο θανατος εις νεικος
1Co 15:55 που σου θανατε το κεντρον που σου θανατε το νεικος
1Co 15:56 το δε κεντρον του θανατου η αμαρτια η δε δυναμις της αμαρτιας ο νομος
1Co 15:57 τω δε θεω χαρις τω δοντι ημειν το νεικος δια του κυριου ημων ιησου χριστου
1Co 15:58 ωστε αδελφοι μου αγαπητοι εδραιοι γεινεσθαι αμετακεινητοι περισσευοντες εν τω εργω του κυριου παντοτε ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω
1Co 16:1 περι δε της λογιας της εις τους αγιους ωσπερ διεταξα τες εκκλησιαις της γαλατειας ουτως και υμις ποιησατε
1Co 16:2 κατα μιαν σαββατου εκαστος υμων παρ εαυτω παρ εαυτω τιθετω θησαυριζων ο τι αν ευοδωτε ινα μη οταν ελθω τοτε λογιαι γεινωνται
1Co 16:3 οταν δε παραγενωμαι ους αν δοκιμασητε δι επιστολων τουτους πενψω απενενκειν την χαριν υμων εις ιερουσαλημ
1Co 16:4 εαν δε η αξιον του καμε πορευεσθαι συν εμοι πορευσονται
1Co 16:5 ελευσομαι δε προς υμας οταν μακεδονιαν διελθω μακεδονιαν γαρ διερχομε
1Co 16:6 προς υμας δε τυχον παραμενω ινα ει και παραχιμασω υμις με προπενψητε ου αν πορευωμαι
1Co 16:7 ου θελω γαρ υμας αρτι εν παροδω ιδειν ελπιζω γαρ χρονον τινα επιμειναι προς υμας εαν ο κυριος επιτρεπη
1Co 16:8 επιμενω δε εν εφεσω εως της πεντηκοστης
1Co 16:9 θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης και αντικειμενοι πολλοι
1Co 16:10 εαν δε ελθη τειμοθεος βλεπετε ινα αφοβως γενηται προς υμας το γαρ εργον κυριου εργαζετε ως και εγω
1Co 16:11 μη τις αυτον εξουθενηση προπενψατε δε αυτον εν ειρηνη ινα ελθη προς εμε εκδεχομαι γαρ αυτον μετα των αδελφων
1Co 16:12 περι δε απολλω του αδελφου δηλω υμειν οτι πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων και παντως ουκ ην θελημα ινα νυν ελθη ελευσεται δε οταν ευκερηση
1Co 16:13 γρηγορειτε στηκετε εν τη πιστει ανδριζεσθαι και κρατεουσθε
1Co 16:14 παντα υμων εν αγαπη γινεσθω
1Co 16:15 παρακαλω υμας αδελφοι οιδατε την οικιαν στεφανα και φορτουνατου οτι εισιν απαρχης της αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους
1Co 16:16 ινα και υμις υποτασσησθαι τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι
1Co 16:17 χαιρω δε επι τη παρουσια στεφανα και φορτουνατου και αχαικου οτι το υμετερον υστερημα αυτοι ανεπληρωσαν
1Co 16:18 ανεπαυσαν γαρ και το εμον πνευμα και το υμων επιγεινωσκετε ουν τους τοιουτους
1Co 16:19 ασπαζονται υμας αι εκκλησιαι της ασιας ασπαζετε υμας εν κυριω ακυλας πολλα και πρισκιλλα συν τη κατ οικον αυτων εκκλησια παρ οις και ξενιζομε
1Co 16:20 ασπαζοντε υμας οι αδελφοι παντες ασπασασθαι αλληλους εν φιληματι αγιω
1Co 16:21 ο ασπασμος τη εμη χειρι παυλου
1Co 16:22 ει τις ου φιλει τον κυριον ιησουν χριστον ητω αναθεμα μαρανα θα
1Co 16:23 η χαρις του κυριου ιησου χριστου μεθ υμων
1Co 16:24 η αγαπη μου μετα παντων υμων εν χριστω ιησου αμην
2Co 1:1 παυλος αποστολος ιησου χριστου δια θεληματος θεου και τειμοθεος ο αδελφος τη εκκλησια του θεου τη ουση εν κορινθω συν τοις αγιοις πασιν τοις ουσιν εν ολη τη αχαια
2Co 1:2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
2Co 1:3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο πατηρ των οικτειρμων και θεος πασης παρακλησεως
2Co 1:4 ο παρακαλων ημας επι παση τη θλιψει ημων εις το δυνασθαι ημας παρακαλειν τους εν παση θλιψει δια της παρακλησεως ης παρακαλουμεθα και αυτοι υπο του θεου
2Co 1:5 οτι καθως περισσευει το παθημα του χριστου εις ημας ουτως και δια του χριστου περισσευει και η παρακλησις ημων
2Co 1:6 ει δε θλιβομεθα υπερ της υμων παρακλησεως και σωτηριας της ενεργουμενης εν υπομομονη των αυτων παθηματων ως και ημις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας
2Co 1:7 ειδοτες οτι ως κοινωνοι των παθηματων εστε ουτως και της παρακλησεως
2Co 1:8 ου γαρ θελομεν υμας αγνοειν αδελφοι περι της θλιψεως ημων της γενομενης εν τη ασια οτι καθ υπερβολην εβαρηθημεν παρα δυναμιν ωστε εξαπορηθηναι ημας και του ζην
2Co 1:9 αλλα αυτοι εν εαυτοις το αποκριμα του θανατου ινα μη πεποιθοτες ωμεν εφ εαυτοις αλλα επι τω θεω τω εγειροντι τους νεκρους
2Co 1:10 ος εκ τηλικουτου θανατου ερρυσατο ημας εις ον ηλπικαμεν και ετι ρυσεται
2Co 1:11 συνυπουργουντων και υμων περι ημων τη δεησει ινα εκ πολλων προσωπων το εις ημας χαρισμα δια πολλων ευχαριστηθη υπερ ημων
2Co 1:12 η γαρ καυχησις ημων αυτη εστιν το μαρτυριον της συνιδησεως ημων οτι εν απλοτητι και ειλικρινια του θεου ουκ εν σοφια σαρκικη αλλ εν χαριτι θεου ανεστραφημεν εν τω κοσμω περισσοτερως δε προς υμας
2Co 1:13 ου γαρ αλλα γραφομεν υμειν αλλ η αναγεινωσκητε η και επιγεινωσκετε ελπιζω δε οτι εως τελους επιγνωσεσθαι
2Co 1:14 καθως και επεγνωτε ημας απο μερους οτι καυχημα υμων εσμεν καθαπερ και υμις ημων εν τη ημερα του κυριου ιησου χριστου
2Co 1:15 και ταυτη τη πεποιθησει εβουλομην προτερον ελθιν προς υμας ινα δευτεραν χαριν εχητε
2Co 1:16 και δι υμων απελθιν εις μακεδονιαν και παλιν απο μακεδονιας ελθιν προς υμας και αφ υμων προπενφθηναι εις την ιουδαιαν
2Co 1:17 τουτο ουν βουλευομενος μητι αρα τη ελαφρια εχρησαμην η α βουλευομαι κατα σαρκα βουλευομαι ινα η παρ εμοι το ναι ναι και το ου ου
2Co 1:18 πιστος δε ο θεος οτι ο λογος ημων προς υμας ουκ εστιν ναι και ου
2Co 1:19 ο γαρ του θεου υιος ιησους χριστος ο εν υμειν δι ημων κηρυχθεις δι εμου και σιλβανου και τειμοθεου ουκ εγενετο ναι και ου αλλα ναι εν αυτω γεγονεν
2Co 1:20 οσαι γαρ επανγελιαι θεου εν αυτω το ναι και δι αυτου το αμην τω θεω προς δοξαν δι ημων
2Co 1:21 ο δε βεβαιων ημας συν υμιν εις χριστον ο και χρισας ημας θεος
2Co 1:22 ο και σφραγισαμενος ημας και δους τον αρραβωνα του πνευματος εν ταις καρδιαις ημων
2Co 1:23 εγω δε μαρτυρα τον θεον επικαλουμαι επι την εμην ψυχην οτι φιδομενος υμων ουκετι ηλθον εις κορινθον
2Co 1:24 ουχ οτι κυριευομεν της πιστεως υμων αλλα συνεργοι εσμεν της χαρας υμων τη γαρ πιστι εστηκατε
2Co 2:1 εκρινα τε εμαυτω τουτο το μη παλιν εν λυπη ελθιν προς υμας
2Co 2:2 ει γαρ εγω λυπω υμας και τις εστιν ο ευφραινων με ει μη ο λυπουμενος εξ εμου
2Co 2:3 και τουτο αυτο εγραψα υμιν ινα μη ελθων λυπην επι λυπην εχω αφ ων εδει με χαιρειν πεποιθως επι παντας υμας οτι η εμη χαρα παντων υμων εστιν
2Co 2:4 εκ γαρ πολλης θλιψεως και συνοχης καρδιας εγραψα υμιν δια πολλων δακρυων ουχ ινα λυπηθητε αλλα την αγαπην ινα γνωτε ην εχω περισσοτερως εις υμας
2Co 2:5 ει δε τις λελυπηκεν ουκ εμε λελυπηκεν αλλ απο μερου ινα μη επιβαρω παντας υμας
2Co 2:6 ικανον τω τοιουτω η επιτιμια αυτη η υπο των πλιονων
2Co 2:7 ωστε τουναντιον υμας μαλλον χαρισασθαι και παρακαλεσαι μη πως τη περισσοτερα λυπη καταποθη ο τοιουτος
2Co 2:8 διο παρακαλω υμας κυρωσαι εις αυτον αγαπην
2Co 2:9 εις τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων ει εις παντα υπηκοοι εστε
2Co 2:10 ω δε τι χαριζεσθαι καγω και γαρ εγω κεχαρισμε ει τι κεχαρισμε δι υμας εν προσωπω χριστου
2Co 2:11 ινα μη πλεονεκτηθωμεν υπο του σατανα ου γαρ αυτου τα νοηματα αγνοουμεν
2Co 2:12 ελθων δε εις την τρωαδα δια του ευαγγελιου του χριστου και θυρας μοι ηνεωγμενης εν κυριω
2Co 2:13 ουκ εσχηκα ανεσιν τω πνευματι μου εν τω μη ευρισκιν με τιτον τον αδελφον μου αλλα αποταξαμενος αυτοις εξηλθον εις μακεδονιαν
2Co 2:14 τω δε θεω χαρις τω παντοτε θριανβευοντι ημας εν τω χριστω και την οσμην της γνωσεως αυτου φανερουντι δι ημων εν παντι τοπω
2Co 2:15 οτι χριστου ευωδια εσμεν τω θεω εν τοις σωζομενοις και εν τοις απολλυμενοις
2Co 2:16 οις μεν οσμην θανατου εις θανατον οις δε οσμην ζωης εις ζωην και προς ταυτα τις ικανος
2Co 2:17 ου γαρ εσμεν ως οι λοιποι καπηλευοντες τον λογον του θεου αλλ ως εξ ιλικρινιας αλλ ως εκ θεου κατενωπιον θεου εν χριστω λαλουμεν
2Co 3:1 αρχομεθα παλιν εαυτους συνισταν η μη χρηζομεν ωσπερ τινες συνστατικων επιστολων προς υμας η εξ υμων συνστατικας
2Co 3:2 η επιστολη ημων υμις εστε ενγεγραμμενη εν ταις καρδιαις ημων γεινωσκομενη και αναγεινωσκομενη υπο παντων ανθρωπων
2Co 3:3 φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθισα υφ ημων ενγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντος ουκ εν πλανξιν λιθιναις αλλ εν πλανξιν καρδιαις σαρκιναις
2Co 3:4 πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προς τον θεον
2Co 3:5 ουχ οτι ικανοι εσμεν λογιζεσθαι τι αφ εαυτων τι αφ εαυτων ως εξ εαυτων αλλ η ικανοτης ημων εκ του θεου
2Co 3:6 ος και ικανωσεν ημας διακονους κενης διαθηκης ου γραμματος αλλα πνευματος το γαρ γραμμα αποκτενει το δε πνευμα ζωοποιει
2Co 3:7 ει δε η διακονια του θανατου εν γραμματι εντετυπωμενη λιθοις εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισε τους υιους ισραηλ εις το προσωπον μωσεως δια την δοξην του προσωπου αυτου την καταργουμενην
2Co 3:8 πως ουχι μαλλον η διακονια του πνευματος εστε εν δοξη
2Co 3:9 ει γαρ τη διακονια της κατακρισεως δοξα εστιν πολλω μαλλον περισσευσει η διακονια της δικαιοσυνης εν δοξη
2Co 3:10 και γαρ ου δεδοξαστε το δεδοξασμενον εν τουτω τω μερει εινεκεν της υπερβαλλουσης δοξης
2Co 3:11 ει γαρ το καταργουμενον δια δοξης πολλω μαλλον το μενον εν δοξη
2Co 3:12 εχοντες ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα
2Co 3:13 και ου καθαπερ μωσης ετιθει καλυμμα επι το προσωπον εαυτου προς το μη ατενισε τους υιους ισραηλ εις τελος του καταργουμενου
2Co 3:14 αλλ επωρωθη τα νοηματα αυτω αχρι γαρ της σημερον ημερας το αυτο καλυμμα εν τη αναγνωσει της παλαιας διαθηκης μενει μη ανακαλυπτομενον οτι εν χριστω καταργειται
2Co 3:15 αλλ εως σημερον ηνικα αναγινωσκητε μωυσης καλυμμα κειται επι την καρδιαν αυτων
2Co 3:16 ηνικα δ αν επιστρεψη προς κυριον περιερειτε το καλυμμα
2Co 3:17 ο δε κυριος το πνευμα εστιν ου δε το πνευμα κυριου ελευθερια
2Co 3:18 ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος
2Co 4:1 δια τουτο εχοντες την διακονιαν ταυτην καθως ηλεηθημεν ουκ ενκακουμεν
2Co 4:2 αλλα απιπαμεθα τα κρυπτα της αισχυνης μη περιπατουντες εν πανουργια μηδε δολουντες τον λογον του θεου αλλα τη φανερωσει της αληθειας συνισταντες εαυτους προς πασαν συνιδησιν ανθρωπων ενωπιον του θεου
2Co 4:3 ει δε και εστιν κεκαλυμμενον το ευαγγελιον ημων εν τοις απολλυμενοις εστιν κεκαλυμμενον
2Co 4:4 εν οις ο θεος του αιωνος τουτου ετυφλωσεν τα νοηματα των απιστων εις το μη καταυγασαι τον φωτισμο του ευαγγελιου της δοξης του χριστου ος εστιν εικων του θεου
2Co 4:5 ου γαρ εαυτους κηρυσσομεν αλλα ιησουν χριστον κυριον εαυτους δε δουλους υμων δια ιησουν
2Co 4:6 οτι ο θεος ο ειπων εκ σκοτους φως λαμψει ελανψεν εν ταις καρδιαις ημω προς φωτισμον της γνωσεως της δοξης αυτου εν προσωπω χριστου ιησου
2Co 4:7 εχομεν δε τον θησαυρον τουτον εν οστρακινοις σκευεσιν ινα η υπερβολη της δυναμεως η του θεου και μη εξ ημων
2Co 4:8 εν παντι θλιβομενοι αλλ ου στενοχωρουμενοι απορουμενοι αλλ ουκ εξαπορουμενοι
2Co 4:9 διωκομενοι αλλ ουκ ενκαταλιπομενοι καταβαλλομενοι αλλ ουκ απολλυμενοι
2Co 4:10 παντοτε την νεκρωσιν του χριστου εν τω σωματι ημων περιφεροντες ινα και η ζωη του ιησου χριστου εν τω σωματι ημων φανερωθη
2Co 4:11 αει γαρ ημις οι ζωντες εις θανατον παραδιδομεθα δια ιησουν ινα και η ζωη ιησου χριστου φανερωθη εν τη θνητη σαρκι ημων
2Co 4:12 ωστε ο θανατος εν ημιν ενεργειτε η δε ζωη εν υμειν
2Co 4:13 εχοντες δε το αυτο πνευμα της πιστεως κατα το γεγραμμενον επιστευσα διο ελαλησα και ημις πιστευομεν διο και λαλουμεν
2Co 4:14 ειδοτες οτι ο εγειρας τον κυριον ιησουν και ημας συν ιησου εγιρει και παραστηση συν υμιν
2Co 4:15 τα γαρ παντα δι υμας ινα η χαρις πλεονασασα δια των πλιονων την ευχαριστιαν περισσευση εις την δοξαν του θεου
2Co 4:16 διο ουκ ενκακουμεν αλλ ει και ο εξωθεν ημων ανθρωπος διαφθιρεται αλλ ο εσω ημων ανακενουται ημερα και ημερα
2Co 4:17 το γαρ παραυτικα προσκαιρον και ελαφρον της θλιψεως ημων καθ υπερβολην εις υπερβολην αιωνιον βαρος δοξης κατεργαζετε ημιν
2Co 4:18 μη σκοπουντες τα βλεπομενα αλλα τα μη βλεπομενα τα γαρ βλεπομενα προσκερα τα δε μη βλεπομενα αιωνια
2Co 5:1 οιδαμεν γαρ οτι εαν η επιγιος ημων οικια του σκηνους καταλυθη οτι οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις
2Co 5:2 και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες
2Co 5:3 ειπερ και εκδυσαμενοι ου γυμνον ευρεθησομεθα
2Co 5:4 και γαρ οι οντες εν τω σκηνει τουτω στεναζομεν βαρυνομενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο της ζωης
2Co 5:5 ο δε κατεργαζομενος ημας εις αυτο τουτο θεος ο δους ημιν τον αραβωνα του πνευματος
2Co 5:6 θαρρουντες ουν παντοτε και ειδοτες οτι επιδημουντες εν τω σωματι αποδημουμεν απο του θεου
2Co 5:7 δια πιστεως γαρ περιπατουμε ου δια ειδους
2Co 5:8 θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον θεον
2Co 5:9 διο και φιλοτειμουμεθα ειτε ενδημουντες ειτε εκδημουντες ευαρεστοι αυτω ειναι
2Co 5:10 τους γαρ παντας ημας φανερωθηναι δει ενπροσθεν του βηματος του χριστου ινα κομισητε εκαστος α δια του σωματος επραξεν ειτε αγαθον ειτε κακον
2Co 5:11 ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταις συνιδησεσιν υμων πεφανερωσθαι
2Co 5:12 ου παλιν εαυτους συνιστανομεν υμειν αλλα αφορμην διδοντες υμει καυχηματος υπερ ημων ινα εχητε προς αυτους εν προσωπω καυχωμενους και ουκ εν καρδια
2Co 5:13 ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν
2Co 5:14 η γαρ αγαπη του χριστου συνεχει ημας κρειναντας τουτο οτι εις υπερ παντων απεθανεν αρα οι παντες απεθανον
2Co 5:15 και υπερ παντων απεθανεν ινα οι ζωντες μηκετι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι
2Co 5:16 ωστε ημις απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει και εγνωκαμεν χριστον κατα σαρκα αλλα νυν ουκετι γειγνωσκομε κατα σαρκα
2Co 5:17 ωστε ει τις εν χριστω κενη κτισις τα αρχαια παρηλθεν ιδου γεγονεν κενα
2Co 5:18 τα δε παντα εκ θεου του καταλλαξαντος ημας εαυτω δια χριστου και δοντος ημιν την διακονια της καταλλαγης
2Co 5:19 ως οτι θεος ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενος εαυτοις τα παραπτωματα αυτων και θεμενος εν ημιν του ευαγγελιου τον λογον της καταλλαγης
2Co 5:20 ον υπερ χριστου πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων δεομενοι υπερ χριστου καταλλαγηαι τω θεω
2Co 5:21 τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημις γενωμεθα δικαιοσυνη θεου εν αυτω
2Co 6:1 συνεργουντες δε και παρακαλουντες μη εις κενον την χαριν του θεου δεξασθαι
2Co 6:2 καιρω γαρ λεγει δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας
2Co 6:3 μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμωθη η διακονια ημων
2Co 6:4 αλλ εν παντι συνισταντες εαυτους ως θεου διακονους εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις
2Co 6:5 εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστιαις
2Co 6:6 εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω
2Co 6:7 εν λογω αληθιας εν δυναμι θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων
2Co 6:8 δια δοξης και ατειμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις
2Co 6:9 ως αγνοουμενοι και επιγιγνωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως πιραζομενοι και μη θανατουμενοι
2Co 6:10 ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες
2Co 6:11 το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται
2Co 6:12 ου στενοχωρισθαι εν ημειν στενοχωρισθε δε εν τοις σπλανχνοις υμων
2Co 6:13 την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμις
2Co 6:14 μη γεινεσθαι ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνης και αδικιας η τις κοινωνια φωτος η προ σκοτος
2Co 6:15 τις δε συνφωνησις χριστω προς βελιαν η τις μερις πιστω μετα απιστου
2Co 6:16 τις δε συνκαταθεσις ναω θεου μετα ειδωλων ημις γαρ ναος θεου εσμεν ζωντος λεγει γαρ ο θεος οτι ενοικησω εν αυτοις και ενπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μοι λαος
2Co 6:17 διο εξελθετε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθαι καγω εισδεξομαι υμας
2Co 6:18 και εσομαι υμιν εις πατερα και υμις εσεσθαι μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ
2Co 7:1 ταυτας ουν εχοντες τας επανγελιας αγαπητοι καθαρισωμεν εαυτου απο παντος μολυσμου σαρκος και πνευματος επιτελουντες αγιοσυνην εν φοβω θεου
2Co 7:2 χωρισατε ημας ουδενα ηδικησαμεν ουδενα εφθιραμεν ουδενα επλεονεκτησαμεν
2Co 7:3 ου προς κατακρισιν λεγω προειρηκα γαρ οτι εν ταις καρδιαις ημων εστε εις το συναποθανειν και συνζην
2Co 7:4 πολλη μοι παρρησια προς υμας εστιν πολλη μοι καυχησις υπερ υμων πεπληρωμαι τη παρακλησει υπερπερισσευομε τη χαρα επι παση τη πολλη θλιψει ημων
2Co 7:5 και γαρ ελθοντων ημων εις μακεδονιαν ουδεμιαν εσχηκεν ανεσιν η σαρξ ημων αλλ εν παντι θλιβομενος εξωθεν μαχαι εσωθεν φοβοι
2Co 7:6 αλλ ο παρακαλων τους ταπινους παρεκαλεσεν ημας ο θεος εν τη παρουσια τιτου
2Co 7:7 ου μονον δε εν τη παρουσια αυτου αλλα και εν τη παρακλησει ην παρεκληθην εφ υμιν αναγγελλων υμιν την υμων επιποθησιν τον υμων οδυρμον τον υμων ζηλον υπερ εμου ωστε μαλλον με χαρηναι
2Co 7:8 οτι ει και ελυπησα υμας εν τη επιστολη μου ου μεταμελομαι ει και μετελομην βλεπω οτι η επιστολη εκεινη ει και προς ωραν ελυπησεν υμας
2Co 7:9 χαιρω ουχ οτι ελυπηθητε αλλ οτι ελυπηθητε εις μετανοιαν ελυπηθητε γαρ κατα θεον ινα εν μηδενι ζημιωθητε εξ ημων
2Co 7:10 η γαρ κατα θεον λυπη μετανοιαν εις σωτηριαν αμεταμελητον εργαζετε η δε του κοσμου λυπη θανατον κατεργαζετε
2Co 7:11 ιδου γαρ αυτο τουτο το κατα θεον λυπηθηναι υμας ποσην κατηργασατο υμιν σπουδην αλλα απολογιαν αλλα αγανακτησιν αλλα φοβον αλλα επιποθησιν αλλα ζηλον αλλα εκδικησιν εν παντι συνεστησατε εαυτους αγνους ειναι τω πραγματι
2Co 7:12 αρα ει και εγραψα υμιν ουκ ενεκεν του αδικηθεντος ουδε ενεκεν του αδικησαντος αλλ ενεκεν του φανερωθηναι την σπουδην υμων την υπερ υμων προς υμας ενωπιον του θεου
2Co 7:13 δια τουτο παρακεκλημεθα επι δε τη παρακλησι ημων περισσοτερως μαλλον εχαρημεν επι τη χαρα τιτου οτι αναπεπαυται το πνευμα αυτου απο παντων υμων
2Co 7:14 οτι ει τι αυτω υπερ υμων κεκαυχημαι ου κατησχυνθην αλλ ως παντα υμιν εν αληθια ελαλησαμεν ουτως και η καυχησις ημων η προς τιτον αληθια εγενηθη
2Co 7:15 και τα σπλανχνα αυτου περισσοτερως εις υμας εστιν αναμιμνησκομενου την παντων υμων υπακοην ως μετα φοβου και τρομου εδεξασθαι αυτον
2Co 7:16 χαιρω οτι εν παντι θαρρω εν υμιν
2Co 8:1 γνωριζομεν δε υμιν αδελφοι την χαριν του θεου την δεδομενη εν ταις εκκλησιαις της μακεδονιας
2Co 8:2 οτι εν πολλη δοκιμη θλιψεως η περισσια της χαρας αυτων και η κατα βαθος πτωχεια αυτων επερισσευσεν εις τον πλουτον της απλοτητος αυτων
2Co 8:3 οτι κατα δυναμιν μαρτυρω και παρα δυναμιν αυθαιρετοι
2Co 8:4 μετα πολλης παρακλησεως δαιομενοι ημων την χαριν και την κοινωνιαν της διακονιας της εις τους αγιους
2Co 8:5 και ου καθως ηλπισαμε αλλα εαυτους εδωκαν πρωτον τω κυριω και ημιν δια θεληματος θεου
2Co 8:6 εις το παρακαλεσε ημας τιτον ινα καθως προενηρξατο ουτως και επιτελεση εις υμας και την χαριν ταυτην
2Co 8:7 αλλ ωσπερ εν παντι περισσευετε πιστι και λογω και γνωσει και παση σπουδη και τη εξ υμων εν ημιν αγαπη ινα και εν ταυτη τη χαριτι περισσευσητε
2Co 8:8 ου κατ επιταγην λεγω αλλα δια την ετερων σπουδην και το της υμετερας αγαπης γνησιον δοκιμαζω
2Co 8:9 γεινωσκετε γαρ την χαριν του κυριου ημων ιησου χριστου οτι δι υμας επτωχευσεν πλουσιος ων ινα τη αυτου πτωχια υμις πλουτησητε
2Co 8:10 και γνωμην εν τουτω διδωμι τουτο γαρ υμιν συμφερει οιτινες ου μονον το ποιησαι αλλα και το θελιν ενηρξασθαι απο περσυ
2Co 8:11 νυνει δε και το ποιησαι επιτελεσατε οπως καθαπερ η προθυμια το θελειν ουτως και το επιτελεσε εκ του εχειν
2Co 8:12 ει γαρ η προθυμια προκειτε καθο αν εχη ευπροσδεκτος ου καθο ουκ εχει τις
2Co 8:13 ου γαρ ινα αλλοις ανεσις υμιν δε θλιψεις αλλ εξ ισοτητος εν τω νυν καιρω το υμων περισσευμα εις το εκεινων υστερημα
2Co 8:14 ινα και το εκεινων περισσευμα γενηται εις το υμων υστερημα οπως γενηται ισοτης
2Co 8:15 καθως γεγραπται ο το πολυ ουκ επλεονασεν και ο το ολιγον ουκ ηλαττονησεν
2Co 8:16 χαρις δε τω θεω τω δοντι την αυτην σπουδην υπερ υμων εν τη καρδια τιτου
2Co 8:17 οτι την μεν παρακλησιν εδεξατο σπουδεοτερος δε υπαρχων αυθερετος εξηλθεν προς υμας
2Co 8:18 συνεπενψαμεν δε μετ αυτου τον αδελφον ου ο επαινος εν τω ευανγελιω δια πασων των εκκλησιων
2Co 8:19 ου μονον δε αλλα και χειροτονηθεις υπο των εκκλησιων συνεκδημος ημων εγενετο συν τη χαρι ταυτη τη διακονουμενη υφ ημων προς την του κυριου δοξαν και προθυμιαν ημων τελουσιν
2Co 8:20 στελλομενοι τουτο μη τις ημας μωμησητε εν τη αδροτητι ταυτη τη διακονουμενη υφ ημων
2Co 8:21 προνοουμεν γαρ καλα ου μονον ενωπιον κυριου αλλα και ενωπιον ανθρωπων
2Co 8:22 συνεπενψαμεν δε αυτοις τον αδελφον ημων ον εδοκιμασαμεν εν πολλοις πολλακις σπουδαιον οντα νυνει δε πολυς σπουδεοτερον πεποιθησει πολλη τη εις υμας
2Co 8:23 ειτε υπερ τιτου κοινωνος εμος και συνεργος εις υμας ειτε αδελφοι ημων αποστολοι εκκλησιων δοξα χριστου
2Co 8:24 την ουν ενδιξιν της αγαπης υμων και ημων καυχησεως υπερ ημων εις αυτους ενδεικνυμενοι εις προσωπον των εκκλησιων
2Co 9:1 περι μεν γαρ της διακονιας της εις τους αγιους περισσον μοι εστιν το γραφειν υμειν
2Co 9:2 οιδα γαρ την προθυμιαν υμων ην υπερ υμων καυχωμαι μακεδοσιν οτι αχαια παρεσκευασται απο περσυ και ο εξ υμων ζηλος ηρεθισεν τους πλιονας
2Co 9:3 επενψαμεν δε τους αδελφους ινα μη το καυχημα ημων το υπερ υμων κενωθη εν τω μερι τουτω ινα καθως ελεγον παρεσκευασμενοι ητε
2Co 9:4 μη αν ελθωσιν συν εμοι μακεδονες και ευρωσιν υμας απαρασκευαστους και κατεσχυνθωμεν ημις ινα μη λεγω υμεις εν τη υποστασει ταυτη
2Co 9:5 αναγκαιον ουν ηγησαμην παρακαλεσαι τους αδελφους ινα προελθωσιν προς υμας και προκαταρτισωσιν την προεπηνγελμενην ευλογιαν ταυτην ετοιμην ειναι ουτως ως ευλογιαν και μη ως πλεονεξιαν
2Co 9:6 τουτο δε ο σπιρων φιδομενως φιδομενως και θερισει και ο σπιρων εν ευλογια εξ ευλογιας θερισει
2Co 9:7 εκαστος καθως προαιρειτε τη καρδια μη εκ λυπης η εξ αναγκης ιλαρον γαρ δοτην αγαπα ο θεος
2Co 9:8 δυνατει γαρ ο θεος πασαν χαριν περισσευσε εις υμας ινα εν παντι παντοτε πασαν αυταρκιαν εχοντες περισσευητε εις παν εργον αγαθον
2Co 9:9 καθως γεγραπται εσκορπισεν εδωκεν τοις πενησιν η δικαιοσυνη αυτου μενι εις τον αιωνα
2Co 9:10 ο δε επιχορηγων σπορον τω σπιροντι και αρτον εις βρωσιν χορηγησει και πληθυνει τον σπορον υμων και αυξησει τα γενηματα της δικαιοσυνης υμων
2Co 9:11 εν παντι πλουτιζομενοι εις πασαν απλοτητα ει τις κατεργαζετε δι ημων ευχαριστιαν θεω
2Co 9:12 οτι η διακονια της λιτουργιας ταυτης ου μονον εστιν προσαναπληρουσα τα υστερηματα των αγιων αλλα και περισσευουσα δια πολλων ευχαριστιων τω θεω
2Co 9:13 δια της δοκιμης της διακονιας ταυτης δοξαζοντες τον θεον επι τη υποταγη της ομολογιας υμων εις το ευαγγελιον του χριστου και απλοτητι της κοινωνιας εις αυτους και εις παντας
2Co 9:14 και αυτων δεησει υπερ υμων επιποθουντων υμας δια την υπερβαλλουσαν χαριν του θεου εφ υμιν
2Co 9:15 χαρις τω θεω επι τη ανεγδιηγητω αυτου δωρεα
2Co 10:1 αυτος δε εγω παυλος παρακαλω υμας δια της πραοτητος και επιεικιας του χριστου ος κατα προσωπον μεν ταπινος εν υμιν απων δε θαρρω εις υμας
2Co 10:2 δεομαι δε το μη παρρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας
2Co 10:3 εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα
2Co 10:4 τα γαρ οπλα της στρατιας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων
2Co 10:5 λογισμους καθαιρουντων και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου και εκμαλωτιζοντες παν νοημα εις την υπακοην του χριστου αγοντες
2Co 10:6 και ετοιμως εχοντες εκδικησαι πασαν παρακοην οταν πληρωθη η υπακοη ημων
2Co 10:7 τα κατα προσωπον βλεπετε ει τις πεποιθεν εαυτω χριστου δουλος ειναι τουτο λογιζεσθω παλιν αφ εαυτου οτι καθως αυτος χριστου ουτως και ημις
2Co 10:8 εαν τε γαρ περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων ης εδωκεν ο θεος εις οικοδομην και ουκ ις καθερεσιν υμων ουκ εσχυνθησομαι
2Co 10:9 ινα μη δοξωμαιν εκφοβουντες υμας δια των επιστολων
2Co 10:10 οτι αι μεν επιστολαι φησιν βαριαι και ισχυραι η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος
2Co 10:11 τουτο λογιζεσθω ο τοιουτος οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες τοιουτοι και παροντες τω εργω
2Co 10:12 ου γαρ τολμωμεν ενκρινε εαυτους η συνκρινε εαυτους των εαυτους συνιστανοντων αλλ αυτοι εν εαυτοις εαυτους μετρουντες και συνκρινοντες εαυτοις εαυτους
2Co 10:13 ουκ εις το αμετρον αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο κυριος μετρου εφικεσθαι αχρι και υμων
2Co 10:14 ου γαρ ως μη εφικνουμενοι εις υμας υπερεκτινομεν εαυτους αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου
2Co 10:15 ουκ ις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις ελπιδα δε εχοντες αυξανομενης της πιστεως υμω εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσιαν
2Co 10:16 εις τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι
2Co 10:17 ο δε καυχωμενος εν κυριω καυχασθω
2Co 10:18 ου γαρ ο εαυτον συνιστανων εκινος δοκιμος εστιν αλλ ον ο κυριος συνιστησειν
2Co 11:1 οφιλον ανιχεσθαι μου μεικρον τι αφροσυνης αλλα και ανεχεσθαι μου
2Co 11:2 ζηλω γαρ υμας θεου ζηλω ηρμοσαμην γαρ υμας ενι ανδρι παρθενον αγνην παραστησαι τω χριστω
2Co 11:3 φοβουμαι δε μη ως ο οφις ευαν εξηπατησε τη πανοργια αυτου φθαρη τα νοηματα υμων απο της α[πλ]οτητος και της απλοτητος της εις τον χριστον
2Co 11:4 ει μεν γαρ ο ερχομενος αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε η ευαγγελιον ετερον ο ουκ εδεξασθαι καλως ανεχεσθαι
2Co 11:5 λογιζομε γαρ μηδεν υστερηκεναι εν υμιν των υπερλιαν αποστολων
2Co 11:6 ει και ιδιωτης ειμι τω λογω αλλ ου τη γνωσει αλλ εν παντι φανερωθις εν πασιν εις υμας
2Co 11:7 η αμαρτιαν εποιησα εαυτον ταπινων ινα υμις υψωθητε οτι δωρεαν το του θεου ευαγγελιον ευηγγελισαμην υμειν
2Co 11:8 αλλας εκκλησιας εσυλησα λαβων οψωνιον προς την υμων διακονιαν
2Co 11:9 και παρων προς υμας και υστερηθις ου κατεναρκησα ουδενος το γαρ υστερημα μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο μακεδονιας και εν παντι αβαρη υμειν εμαυτον ετηρησα και τηρησω
2Co 11:10 εστιν αληθια εν εμοι οτι η καυχησις αυτη ου φραγησεται εις εμε εν τοις κλιμασι της αχαιας
2Co 11:11 δια τι οτι ουκ αγαπω υμας θεος οιδεν
2Co 11:12 ο δε ποιω και ποιησω ινα εκκοψω την αφορμην των θελοντων αφορμην ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις
2Co 11:13 οι γαρ τοιουτοι ψευδοαποστολοι εργατε δολιοι μετασχηματιζομενοι εις αποστολους χριστου
2Co 11:14 και ου θαυμα αυτας γαρ ο σατανας μετασχηματιζετε ως αγγελος φωτος
2Co 11:15 ου μεγα ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης ων το τελος εστιν κατα τα εργα αυτων
2Co 11:16 παλιν λεγω μη τις με δοξη αφρονα ειναι ει δε μη καν ως αφρονα δεξασθαι με ινα καγω μεικρον τι καυχησομαι
2Co 11:17 ο λαλω ου λαλω κατα κυριον αλλ ως εν αφροσυνη εν ταυτη τη υποστασει της καυχησεως
2Co 11:18 επι πολλοι καυχωνται κατα σαρκα καγω καυχησομαι
2Co 11:19 ηδεως γαρ ανεχεσθαι των αφρονων φρονιμοι οντες
2Co 11:20 ανεχεσθαι γαρ ει τις υμας καταδουλοι ει τις κατεσθιει ει τις λαμβανει ει τις επαιρεται ει τις εις προσωπον υμας δερει
2Co 11:21 κατα ατιμιαν λεγω ως οτι ημις ησθενησαμεν εν τουτω τω μερει εν ω αν τις τολμα εν αφροσυνη λεγω τολμω καγω
2Co 11:22 εβραιοι εισιν καγω ισραηλειται εισιν καγω σπερμα αβρααμ εισιν καγω
2Co 11:23 διακονοι χριστου εισιν παραφρονων λεγω υπερ εγω εν κοποις περισσοτερως εν φυλακαις περισσοτερως εν πληγαις υπερβαλλοντως εν θανατοις πολλοις
2Co 11:24 υπο ιουδαιων πεντακις τεσσερακοντα παρα μιαν ελαβον
2Co 11:25 τρις εραβδισθην απαξ ελιθασθην τρις εναυαγησα νυχθημερον εν τω βυθω πεποιηκα
2Co 11:26 οδοιποριαις πολλαις κινδυνοις ποταμων κινδυνοις ληστων κινδυνοις εκ γενους κινδυνοις εξ εθνων κινδυνοις εν πολει κινδυνοις εν ερημια κινδυνοις εν θαλασση κινδυνοις εν ψευδαδελφοις
2Co 11:27 κοπω και μοχθω εν αγρυπνιαις πολλαις εν λιμω και διψει εν νηστιαις πολλαις εν ψυχι και γυμνοτητι
2Co 11:28 χωρις των παρεκτος η επιστασις μου η καθ ημεραν η μεριμνα πασων των εκκλησιων
2Co 11:29 τις ασθενι και ουκ ασθενω τις σκανδαλιζετε και ουκ εγω πυρουμαι
2Co 11:30 ει καυχασθαι δει τα της ασθενιας μου καυχησομαι
2Co 11:31 ο θεος του ισραηλ και πατηρ του κυριου ημων ιησου χριστου οιδεν ο ων ευλογητος εις τους αιωνας οτι ου ψευδομαι
2Co 11:32 εν δαμασκω ο εθναρχης αραιτα του βασιλεως εφρουρι την πολιν δαμασκηνων πιασαι με
2Co 11:33 και δια θυριδος εν σαργανη εχαλασθην δια του τειχους και εξεφυγον τας χειρας αυτου
2Co 12:1 καυχασθε δε ου συνφερει ελευσομαι γαρ εις οπτασιας και αποκαλυψις κυριου
2Co 12:2 οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων ειτε εν τω σωματι ουκ οιδα ειτε εκτος του σωματος ουκ οιδα ο θεος οιδεν αρπαγεντα τον τοιουτον εως τριτου ουρανου
2Co 12:3 και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε χωρις του σωματος ουκ οιδα ο θεος οιδεν
2Co 12:4 οτι ηρπαγη εις τον παραδισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι
2Co 12:5 υπερ του τοιουτου καυχησομε περι δε εμαυτου ου καυχησομαι ει μη εν τοις ασθενημασιν
2Co 12:6 εαν γαρ θελησω καυχησασθαι ουκ εσομαι αφρων αληθιαν γαρ ερω φιδομαι δε μη τις εις εμε λογισητε υπερ ο βλεπει με η ακουει τι εξ εμου
2Co 12:7 και τη υπερβολη των αποκαλυψεων ινα μη υπερερομαι εδοθη μοι σκολοψ τη σαρκι αγγελος σατανα ινα με κολαφιζη
2Co 12:8 υπερ τουτου τον κυριον τρις παρεκαλεσα ινα αποστη απ εμου
2Co 12:9 και ειρηκεν μοι αρκι σοι η χαρις μου η γαρ δυναμις εν ασθενια τελειτε ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενιαις μου ινα επισκηνωση επ εμε η δυναμις του χριστου
2Co 12:10 διο ευδοκω εν ασθενιαις εν υβρεσιν εν αναγκαις εν διωγμοις εν στενοχωριαις υπερ χριστου οταν γαρ ασθενω τοτε δυνατος ειμι
2Co 12:11 γεγονα αφρων υμις με ηναγκασατε εγω γαρ ωφιλον υμων συνιστασθαι ουδεν γαρ υστερησα των υπερλιαν αποστολων ει και ουδεν ειμι
2Co 12:12 τα μεν σημια του αποστολου κατηργασθην εν υμειν εν παση υπομονη σημιοις και τερασιν και δυναμεσιν
2Co 12:13 τι γαρ εστιν ο ησσωθητε παρα τας λοιπας εκκλησιας ει μη οτι αυτος εγω ου κατεναρκησα υμων χαρισασθαι μοι την αδικιαν ταυτην
2Co 12:14 ιδου τουτο τριτον ετοιμως εχω ελθειν προς υμας και ου καταναρκησω υμας ου γαρ ζητω τα υμων αλλα υμας ου γαρ οφιλει τα τεκνα τοις γονευσιν θησαυριζειν αλλ οι γονις τοις τεκνοις
2Co 12:15 εγω δε ηδιστα δαπανησω και εκδαπανησω και εκδαπανησομαι υπερ των ψυχων υμων περισσοτερως υμας αγαπων ησσον αγαπωμε
2Co 12:16 εστω δε εγω ουκ εβαρησα υμας αλλα υπαρχων πανουργος δολω υμας ελαβον
2Co 12:17 μη τινα ων επενψα προς υμας δι αυτου επλεονεκτησα υμας
2Co 12:18 παρεκαλεσα τιτον και συναπεστιλα τον αδελφον μητι επλεονεκτησεν υμας τιτος ου τω αυτω πνευματι περιεπατησαμεν ου τοις αυτοις ιχνεσιν
2Co 12:19 παλιν δοκειτε οτι υμιν απολογουμεθα κατενωπιον θεου εν χριστω λαλουμεν τα δε παντα αγαπητοι υπερ της υμων οικοδομης
2Co 12:20 φοβουμε γαρ μη πως ελθων ουχ οιους θελω ευρω υμας καγω ευρεθω υμειν οιον ου θελετε μη πως ερεις ζηλος θυμοι αιριθιαι καταλαλιαι ψιθυρισμοι φυσιωσις ακαταστασιαι
2Co 12:21 μη παλιν ελθοντα με προς υμας ταπινωσει με ο θεος μου και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια πορνια και ασελγια η επραξαν
2Co 13:1 τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα
2Co 13:2 προειρηκα γαρ και προλεγω παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φισομαι
2Co 13:3 επι δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμειν
2Co 13:4 και γαρ εσταυρωθη εξ ασθενιας αλλα ζη εκ δυναμεως θεου και γαρ ημις ασθενουμεν εν αυτω αλλα ζησομεν εν αυτω εκ δυναμεως θεου εις υμας
2Co 13:5 εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν ει μη τι αδοκιμοι εστε
2Co 13:6 ελπιζω δε οτι γνωσεσθαι οτι ημις ουκ εσμεν αδοκιμοι
2Co 13:7 ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδε ουχ ινα ημις δοκιμοι φανωμεν αλλα ινα υμις το καλον ποιητε ημις δε ως αδοκιμοι ωμεν
2Co 13:8 ου γαρ δυναμεθα τι κατα της αληθιας αλλα υπερ της αληθιας
2Co 13:9 χαιρωμεν γαρ οταν ημις ασθενωμεν υμις δε δυνατοι ητε τουτο και ευχομεθα την υμων καταρτισιν
2Co 13:10 δια τουτο ταυτ απων γραφω ινα μη παρων αποτομως χρησομαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι εις οικοδομην και ουκ ις καθαιρεσιν
2Co 13:11 λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλισθαι το αυτο φρονιτε ειρηνευετε και ο θεος της ειρηνης και της αγαπης εστε μεθ υμων
2Co 13:12 ασπασασθαι αλληλους εν αγιω φιληματι ασπαζονται υμας οι αγιοι παντες
2Co 13:13 η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων αμην
Gal 1:1 παυλος αποστολος ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατρος του εγειραντος αυτον εκ νεκρων
Gal 1:2 και οι συν εμοι παντες αδελφοι ταις εκκλησιαις της γαλατιας
Gal 1:3 χαρις υμιν και ειρηνη απο θεου πατρος και κυριου ημων ιησου χριστου
Gal 1:4 του δοντος εαυτον περι των αμαρτιων ημων οπως εξεληται ημας εκ του ενεστωτος αιωνος πονηρου κατα το θελημα του θεου και πατρος ημων
Gal 1:5 ω η δοξα εις τους αιωνας των αιωνων αμην
Gal 1:6 θαυμαζω οτι ουτως ταχεως μετατιθεσθαι απο του καλεσαντος υμας εν χαριτι ιησου χριστου εις ετερον ευαγγελιον
Gal 1:7 ο ουκ εστιν αλλο ει μη τινες εισιν οι ταρασσοντες υμας και θελοντες μεταστρεψαι το ευαγγελιον του χριστου
Gal 1:8 αλλα και εαν ημεις η αγγελος εξ ουρανου ευαγγελιζητε υμας παρ ο ευαγγελισαμεθα υμιν αναθεμα εστω
Gal 1:9 ως προειρηκαμεν και αρτι παλιν λεγω ει τις υμας ευανγελιζεται παρ ο παρελαβετε αναθεμα εστω
Gal 1:10 αρτι γαρ ανθρωπους πειθω η τον θεον η ζητω ανθρωποις αρεσκειν ει ετι ανθρωποις ηρεσκον χριστου δουλος ουκ αν ημην
Gal 1:11 γνωριζω γαρ υμειν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον
Gal 1:12 ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουδε εδιδαχθην αλλα δι αποκαλυψεως ιησου χριστου
Gal 1:13 ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην
Gal 1:14 και προεκοπτον εν τω ιουδαισμω υπερ πολλους συνηλικιωτας εν τω γενι μου περισσοτερως ζηλωτης υπαρχω των πατρικων μου παραδοσεων
Gal 1:15 οτε δε ευδοκησεν ο θεος ο αφορισας με εκ κοιλιας μητρος μου και καλεσας δια της χαριτος αυτου
Gal 1:16 αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελισωμαι αυτον εν τοις εθνεσιν ευθεως ου προσανεθεμην σαρκι και αιματι
Gal 1:17 ουδε απηλθον εις ιεροσολυμα προς τους προ εμου αποστολους αλλα απηλθον εις αραβιαν και παλιν υπεστρεψα εις δαμασκον
Gal 1:18 επειτα μετα ετη τρια ανηλθον εις ιεροσολυμα ιστορησε πετρον και επεμινα προς αυτον ημερας δεκαπεντε
Gal 1:19 ετερον δε των αποστολων ειδον ουδενα ει μη ιακωβον τον αδελφον του κυριου
Gal 1:20 α δε γραφω υμειν ιδου ενωπιον του θεου οτι ου ψευδομαι
Gal 1:21 επιτα ηλθον εις τα κλιματα της συριας και της κιλικιας
Gal 1:22 ημην δε αγνοουμενος τω προσωπω ταις εκκλησιαις της ιουδαιας της εν χριστω
Gal 1:23 μονον δε ακουοντες ησαν οτι ο διωκων ημας ποτε νυν ευαγγελιζετε την πιστιν ην ποτε επορθι
Gal 1:24 και εν εμοι εδοξαζον τον θεον
Gal 2:1 επειτα δια δεκατεσσαρων ετων ανεβην παλιν εις ιεροσολυμα μετα βαρναβα συνπαραλαβων και τιτον
Gal 2:2 ανεβην δε κατα αποκαλυψιν και ανεθεμην αυτοις το ευαγγελιον ο κηρυσσω εν τοις εθνεσιν κατ ιδιαν δε τοις δοκουσιν μη πως εις κενον τρεχω η εδραμον
Gal 2:3 αλλ ουδε τιτος ο συν εμοι ελλην ων ηναγκασθη περιτνηθηναι
Gal 2:4 δια δε τους παρισακτους ψευδαδελφους οιτινες παρισηλθον κατασκοπησαι την ελευθεριαν ημων ην εχομεν εν χριστω ιησου ινα ημας καταδουλωσουσιν
Gal 2:5 προς ωραν ειξαμεν τη υποταγη ινα η αληθια του ευαγγελιου διαμινη προς υμας
Gal 2:6 απο δε των δοκουντων ειναι τι οποιοι ποτε ησαν ουδεν μοι διαφερει θεος ανθρωπου προσωπον ου λαμβανει εμοι γαρ οι δοκουντες ουδεν προσανεθεντο
Gal 2:7 αλλα τουναντιον ιδοντες οτι πεπιστευμε το ευανγελιον της ακροβυστιας καθως πετρος της περιτομης
Gal 2:8 ο γαρ ενεργησας πετρω εις αποστολην της περιτομης ενεργησεν καμοι εις τα εθνη
Gal 2:9 και γνοντες την χαριν την δοθισαν μοι πετρος κα ιακωβος και ιωαννης οι δοκουντες στυλοι ειναι δεξιας εδωκαν εμοι και βαρναβα κοινωνιας ινα ημις μεν εις τα εθνη αυτοι δε εις την περιτομην
Gal 2:10 μονον ινα των πτωχων μνημονευομεν ο και εσπουδασα αυτο τουτο ποιησαι
Gal 2:11 οτε δε ηλθεν πετρος εις αντιοχιαν κατα προσωπον αυτω αντεστην οτι κατεγνωσμενος ην
Gal 2:12 προ του γαρ ελθιν τινας απο ιακωβου μετα των εθνων συνησθιεν οτε δε ηλθεν υπεστελλεν και αφωριζεν εαυτον φοβουμενος τους εκ περιτομης
Gal 2:13 και συνυπεκριθησαν αυτω και οι λοιποι ιουδαιοι ωστε και βαρναβας συναπηχθη τη υποκρισει αυτων
Gal 2:14 αλλ οτε ειδον οτι ουχ ορθοποδουσιν προς την αληθιαν του ευαγγελιου ειπον τω πετρω ενπροσθεν παντων ει συ ιουδαιος ων εθνικως ζης και ουχι ιουδαικως πως τα εθνη αναγκαζεις ιουδαιζειν
Gal 2:15 ημεις φυσι ιουδαιοι και ουκ εξ εθνων αμαρτωλοι
Gal 2:16 ειδοτες δε οτι ου δικαιουται ανθρωπος εξ εργων νομου εαν μη δια πιστεως ιησου χριστου και ημις εις χριστου ιησου επιστευσαμεν ινα δικαιωθωμεν εκ πιστεως χριστου και ουκ εξ εργων νομου οτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ
Gal 2:17 ει δε ζητουντες δικαιωθηναι εν χριστω ευρεθημεν και αυτοι αμαρτωλοι αρα χριστος αμαρτιας διακονος μη γενοιτο
Gal 2:18 ει γαρ α κατελυσα ταυτα παλιν οικοδομω παραβατην εμαυτον συνιστανω
Gal 2:19 εγω γαρ δια νομου νομω απεθανον ινα θεω ζησω
Gal 2:20 χριστω συνεσταυρωμαι ζω δε ουκετι εγω ζη δε εν εμοι χριστος ο δε νυν ζω εν σαρκι εν πιστει ζω τη του θεου και χριστου του αγαπησαντος με και παραδοντος εαυτον υπερ εμου
Gal 2:21 ουκ αθετω την χαριν του θεου ει γαρ δια νομου δικαιοσυνη αρα χριστος δωρεαν απεθανεν
Gal 3:1 ω ανοητοι γαλαται τις υμας εβασκανεν οις κατα οφθαλμους ιησους χριστος προεγραφη εν υμιν εσταυρωμενος
Gal 3:2 τουτο μονον μαθιν θελω αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως
Gal 3:3 ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελισθαι
Gal 3:4 τοσαυτα επαθετε εικη ει γε και εικη
Gal 3:5 ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμις εν υμειν εξ εργων νομου η εξ ακοης πιστεως
Gal 3:6 καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην
Gal 3:7 γεινωσκετε αρα οτι οι εκ πιστεως ουτοι εισιν υιοι αβρααμ
Gal 3:8 προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισται τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη
Gal 3:9 ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ
Gal 3:10 οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ οτι επικαταρατος πας ος ουκ ενμενει εν πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησε αυτα
Gal 3:11 οτι δε εν νομω ουδις δικαιουται παρα θεω δηλον γεγραπται γαρ οτι ο δικαιος εκ πιστεως ζησεται
Gal 3:12 ο δε νομος ουκ εστιν εκ πιστεως αλλα ο ποιησας αυτα ζησετε εν αυτοις
Gal 3:13 χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα οτι γεγραπται επικαταρατος πας ο κρεμαμενος επι ξυλου
Gal 3:14 ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου ινα την ευλογιαν του πνευματος λαβωμεν δια της πιστεως
Gal 3:15 αδελφοι κατα ανθρωπον λεγω ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδις αθετει η επιτασσεται
Gal 3:16 τω αβρααμ ερρεθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοις σπερμασιν σου ως επι πολλων αλλ ως εφ ενος και τω σπερματι σου ο εστιν χριστος
Gal 3:17 τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου εις χριστον ο μετα τετρακοσια και τριακοντα ετη γεγονως νομος ουκ ακυροι εις το καταργησαι την επαγγελιαν
Gal 3:18 ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιας τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος
Gal 3:19 τι ουν ο νομος των παραδοσεων χαριν ετεθη αχρις ου ελθη το σπερμα ω επηνγελται διαταγις δι αγγελων εν χειρι μεσειτου
Gal 3:20 ο δε μεσειτης ενος ουχ εστιν ο δε θεος εις εστιν
Gal 3:21 ο ουν νομος κατα των επαγγελιων του θεου μη γενοιτο ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι οντως εκ νομου ην η δικαιοσυνη
Gal 3:22 αλλα συνεκλισεν η γραφη τα παντα υφ αμαρτιαν ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν
Gal 3:23 προ του δε ελθιν την πιστιν υπο νομον εφρουρουμεθα συνκλιομενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι
Gal 3:24 ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον ιησουν ινα εκ πιστεως δικαιωθωμεν
Gal 3:25 ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν
Gal 3:26 παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου
Gal 3:27 οσοι γαρ εις χριστον εβαπτισθητε χριστον ενεδυσασθαι
Gal 3:28 ουκ ενι ιουδαιος ουδε ελλην ουκ ενι δουλος η ελευθερος ουκ ενι αρσεν και θηλυ παντες γαρ υμεις εις εσται εν χριστω ιησου
Gal 3:29 ει δε υμεις εις εστε εν χριστω ιησου αρα ουν του αβρααμ σπερμα εστε κατ επαγγελιαν κληρονομοι
Gal 4:1 λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερι δουλου κυριος παντων ων
Gal 4:2 αλλα υπο επιτροπους εστειν και οικονομους αχρι της προθεσμιας του πατρος
Gal 4:3 ουτως και ημις οτε ημεν νηπιοι υπο τα στοιχια του κοσμου ημεθα δεδουλωμενοι
Gal 4:4 οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστιλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον
Gal 4:5 ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν
Gal 4:6 οτι δε εστε υιοι θεου εξαπεστιλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας ημων κραζον αββα ο πατηρ
Gal 4:7 ωστε ουκετι ει δουλος αλλα υιος ει δε υιος και κληρονομος θεου δια χριστου
Gal 4:8 αλλα τοτε μεν ουκ ιδοτες θεον τοις φυσει μη ουσι θεοις εδουλευσατε
Gal 4:9 νυνει δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφεσθαι παλιν επι τα ασθενη και πτωχα στοιχια οις παλιν ανωθεν δουλευειν θελετε
Gal 4:10 ημερας παρατηρισθαι και μηνας και ενιαυτους και κερους
Gal 4:11 φοβουμαι υμας μη πως εικη κεκοπιακα εις υμας
Gal 4:12 γεινεσθαι ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε
Gal 4:13 οιδατε οτι δι ασθενιαν της σαρκος ευηγγελισαμην υμειν το προτερον
Gal 4:14 και τον πιρασμον υμων εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλ ως αγγελον θεου εδεξασθαι με ως χριστον ιησουν
Gal 4:15 τις ουν ην ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες εδωκατε μοι
Gal 4:16 ωστε εγω εχθρος υμων γεγονα αληθευων υμειν
Gal 4:17 ζηλουσιν υμας ου καλως αλλ εκκλισαι υμας θελουσιν ινα αυτους ζηλουτε ζηλουτε δε τα κριττω χαρισματα
Gal 4:18 καλον το ζηλουσθαι εν καλω παντοτε και ου μονον εν τω παριναι με προς υμας
Gal 4:19 τεκνα μου ους παλιν ωδινω αχρις ου μορφωθη χριστος εν υμειν
Gal 4:20 ηθελον δε παριναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν
Gal 4:21 λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ αναγινωσκετε
Gal 4:22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας
Gal 4:23 αλλ ο μεν εκ της παιδισκης κατα σαρκα γεγενητε ο δε εκ της ελευθερας δια της επαγγελιας
Gal 4:24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλιαν γεννωσα ητις εστιν αγαρ
Gal 4:25 το δε αγαρ σεινα ορος εστιν εν τη αραβεια συνστοιχουσα τη νυν ιερουσαλημ δουλευει γαρ μετα των τεκνων αυτης
Gal 4:26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ ημων
Gal 4:27 γεγραπται γαρ ευφρανθητι στιρα η μη τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα
Gal 4:28 υμις δε αδελφοι κατα ισακ επαγγελιας τεκνα εστε
Gal 4:29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθις εδιωκεν τον κατα πνευμα ουτως και νυν
Gal 4:30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομησει ο υιος της παιδισκης μετα του υιου μου ισαακ
Gal 4:31 διο αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας
Gal 5:1 τη ελευθερια ημας χριστος ηλευθερωσεν στηκετε και μη παλιν δουλιας ζυγω ανεχεσθαι
Gal 5:2 ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθαι χριστος υμας ουδεν ωφελησει
Gal 5:3 μαρτυρομαι δε παντι ανθρωπω περιτεμνομενω οτι οφιλετης εστιν ολον τον νομον ποιησαι
Gal 5:4 κατηργηθητε απο χριστου οιτινες εν νομω δικαιουσθαι της χαριτος εξεπεσατε
Gal 5:5 ημις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα
Gal 5:6 εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη
Gal 5:7 ετρεχετε καλως τις υμας ενεκοψεν τη αληθια μη πιθεσθαι
Gal 5:8 η πισμονη εκ του καλουντος υμας
Gal 5:9 μικρα ζυμη ολον το φυραμα δολοι
Gal 5:10 εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις αν η
Gal 5:11 εγω δε αδελφοι ει περιτομην κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου
Gal 5:12 οφελον και αποκοψωνται οι αναστατουντες υμας
Gal 5:13 υμις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην της σαρκος αλλα τη αγαπη του πνευματος δουλευετε αλληλοις
Gal 5:14 ο γαρ πας νομος εν υμιν εν ενι λογω πληρουται αγαπησις τον πλησιον σου ως σεαυτον
Gal 5:15 ει δε δακνετε και κατεσθιετε αλληλους βλεπετε μη αναλωθητε υπ αλληλων
Gal 5:16 λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε
Gal 5:17 η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα γαρ αλληλοις αντικειται ινα μη ο αν θελητε ταυτα ποιητε
Gal 5:18 ι δε πνευματι αγεσθαι ουκ εστε υπο νομον
Gal 5:19 φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν μοιχια πορνια ακαθαρσια ασελγια
Gal 5:20 ειδωλολατρια φαρμακια εχθραι ερις ζηλος θυμοι εριθιαι διχοστασιαι αιρεσεις
Gal 5:21 φθονοι φονοι μεθε κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως και προειρηκα οτι οι τα τοιαυτα πρασσοντες βασιλιαν θεου ου κληρονομησουσιν
Gal 5:22 ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθοσυνη πιστις
Gal 5:23 πραοτης ενκρατια αγνια κατα των τοιουτων ουκ εστιν νομος
Gal 5:24 οι δε του χριστου την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις
Gal 5:25 ει πνευματι ζωμεν πνευματι και στοιχωμεν
Gal 5:26 μη γεινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες
Gal 6:1 αδελφοι εαν και προλημφθη ανθρωπος εν τινι παραπτωματι υμις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραοτητος σκοπων σεαυτον μη και αυτος πιρασθης
Gal 6:2 αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσατε τον νομον του χριστου
Gal 6:3 ει γαρ δοκει τις ειναι τι μηδεν ων εαυτον φρεναπατα
Gal 6:4 το δε εργον εαυτου δοκιμαζετω εκαστος και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ ις τον ετερον
Gal 6:5 εκαστος γαρ το ιδιον φορτιον βαστασει
Gal 6:6 κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις
Gal 6:7 μη πλανασθαι θεος ου μυκτηριζετε ο γαρ αν σπιρη ανθρωπος ταυτα και θερισει
Gal 6:8 οτι ο σπιρων εις την σαρκα αυτου εκ της σαρκος αυτου θερισει φθοραν ο δε σπιρων εκ του πνευματος εκ του πνευματος θερισει ζωην αιωνιον
Gal 6:9 το δε καλον ποιουντες μη ενκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι
Gal 6:10 αρα ουν ως καιρον εχομεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικιους της πιστεως
Gal 6:11 ιδετε πηλικοις γραμμασιν υμιν εγραψα τη εμη χειρι
Gal 6:12 οσοι θελουσιν επροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα τω σταυρω του χριστου μη διωκωνται
Gal 6:13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησονται
Gal 6:14 εμοι δε μη γενοιτο καυχησασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω κοσμω
Gal 6:15 εν γαρ χριστω ιησου ουτε περιτομη τι εστιν ουτε ακροβυστια αλλα καινη κτισις
Gal 6:16 και οσοι τω κανονι τουτω στοιχουσιν ειρηνη επ αυτους και ελεος επι τον ισραηλ του κυριου
Gal 6:17 το λοιπον μηδις μοι κοπους παρεχετω εγω γαρ τα στιγματα του κυριου ημων ιησου χριστου εν τω σωματι μου βασταζω
Gal 6:18 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην
Eph 1:1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου τοις αγιοις ουσιν εν εφεσω και πιστοις εν χριστω ιησου
Eph 1:2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
Eph 1:3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο ευλογησας ημας εν παση ευλογια πνευματικη εν τοις επουρανιοις εν χριστω
Eph 1:4 καθως εξελεξατο ημας εν αυτω προ καταβολης κοσμου ειναι ημας αγιους και αμωμους κατενωπιον αυτου εν αγαπη
Eph 1:5 προωρισας ημας εις υιοθεσιαν δια ιησου χριστου εις αυτον κατα την ευδοκιαν του θεληματος αυτου
Eph 1:6 εις επαινον της δοξης της χαριτος αυτου εν η εχαριτωσεν ημας εν τω ηγαπημενω υιω αυτου
Eph 1:7 εν ω εσχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των παραπτωματων κατα το πλουτος της χαριτος αυτου
Eph 1:8 ης επερισσευσεν εις ημας εν παση σοφια και φρονησει
Eph 1:9 γνωρισας ημιν το μυστεριον του θεληματος αυτου κατα την ευδοκιαν ην προεθετο εν αυτω
Eph 1:10 εις οικονομιαν του πληρωματος των καιρων ανακεφαλεωσασθαι τα παντα εν τω χριστω τα επι τοις ουρανοις και τα επι της γης
Eph 1:11 εν αυτω εν ω και εκληθημεν προωρισθεντες κατα την προθεσιν του θεου του παντα ενεργουντος κατα την βουλην του θεληματος αυτου
Eph 1:12 εις το ειναι ημας εις επαινον δοξης τους προηλπικοτας εν τω χριστω
Eph 1:13 εν ω και υμις ακουσαντες τον λογον της αληθιας το ευαγγελιον της σωτηριας υμων εν ω πιστευσαντες εσφραγισθητε τω πνευματι της επαγγελιας τω αγιω
Eph 1:14 ος εστιν αρραβων της κληρονομιας ημων εις απολυτρωσιν της περιποιησεως εις επαινον της δοξης αυτου
Eph 1:15 δια τουτο καγω ακουσας την καθ υμας πιστιν εν τω κυριω ιησου χριστου και την αγαπην εις παντας τους αγιους
Eph 1:16 ου παυσομαι ευχαριστων υπερ υμων μνιαν ποιουμενος επι των προσευχων μου
Eph 1:17 ινα ο θεος του κυριου ημων ιησου χριστου ο πατηρ της δοξης δωη υμιν πνευμα σοφιας και αποκαλυψεως εν επιγνωσει αυτου
Eph 1:18 πεφωτισμενους τους οφθαλμους της καρδιας υμων εις το ειδεναι υμας τις εστιν η ελπις της κλησεως αυτου τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις
Eph 1:19 και τι το υπερβαλλον μεγεθος της δυναμεως αυτου εις υμας τους πιστευοντας κατα την ενεργιαν του κρατους της ισχυος αυτου
Eph 1:20 ην ενηργησεν εν τω χριστω εγειρας αυτο εκ νεκρων και εκαθισεν εν δεξια αυτου εν τοις επουρανιοις
Eph 1:21 υπερανω πασης αρχης και εξουσιας και δυναμεως και κυριοτητος και παντος ονοματος ονομαζομενου ου μονον εν τω αιωνι τουτω αλλα και εν τω μελλοντι
Eph 1:22 και παντα υπεταξεν υπο τους ποδας αυτου και αυτον εδωκεν κεφαλην υπερ παντα τη εκκλησια
Eph 1:23 ητις εστιν το σωμα αυτου το πληρωμα του τα παντα εν πασιν πληρουμενου
Eph 2:1 και υμας οντας νεκρους τοις παραπτωμασιν και ταις αμαρτιαις υμων
Eph 2:2 εν αις ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα της εξουσιας του αερος του πνευματος του νυν ενεργουντος εν τοις υιοις της απιθιας
Eph 2:3 εν οις και υμις παντες ανεστραφημεν ποτε εν ταις επιθυμιαις της σαρκος ημων ποιουντες τα θεληματα της σαρκος και των διανοιων και ημεν φυσει τεκνα οργης ως και οι λοιποι
Eph 2:4 ο δε θεος πλουσιος ων εν ελεει δια την πολλην αγαπην ην ηγαπησεν ημας
Eph 2:5 και οντας ημας νεκρους ταις αμαρτιας συνεζωοποιησεν τω χριστω ου τη χαριτι εστε σεσωσμενοι
Eph 2:6 και συνηγειρεν και συνεκαθισεν εν τοις επουρανιοις εν χριστω ιησου
Eph 2:7 ινα ενδιξητε εν τοις αιωσιν τοις επερχομενοις το υπερβαλλον πλουτος της χαριτος αυτου εν τη χρηστοτητι εφ ημας εν χριστου
Eph 2:8 τη γαρ αυτου χαριτι σεσωσμενοι εσμε δια πιστεως και τουτο ουκ εξ ημων θεου το δωρον
Eph 2:9 ουκ εξ εργων ινα μη τις καυχησητε
Eph 2:10 αυτου γαρ εσμεν ποιημα κτισθεντες εν χριστω ιησου επι εργοις αγαθοις οις προητοιμασεν ο θεος ινα εν αυτοις περιπατησωμεν
Eph 2:11 διο μνημονευετε οτι ποτε υμις τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο της λεγομενης περιτομης εν σαρκι χειροποιητω
Eph 2:12 οτι ητε τω καιρω εκεινω χωρις χριστου απηλλοτριωμενοι της πολιτειας του ισραηλ και ξενοι των διαθηκων της επαγγελιας ελπιδα μη εχοντες και αθεοι εν τω κοσμω
Eph 2:13 νυνει δε εν χριστω ιησου υμεις οι ποτε οντες μακραν ενγυς εγενηθητε εν τω αιματι του χριστου
Eph 2:14 αυτος γαρ εστιν η ειρηνη ημων ο ποιησας τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσας
Eph 2:15 την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταρτισας ινα τους δυο κτιση εν εαυτω εις ενα καινον ανθρωπον ποιων ειρηνην
Eph 2:16 και αποκαταλλαξη τους αμφοτερους εν ενι σωματι τω θεω δια του σταυρου αποκτινας την εχθραν εν αυτω
Eph 2:17 και ελθων ευηγγελισατο ειρηνη υμιν τοις μακραν και ειρηνη τοις εγγυς
Eph 2:18 οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προς τον πατερα
Eph 2:19 αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλ εστε συνπολειται των αγιων και οικιοι του θεου
Eph 2:20 εποικοδομηθεντες επι τω θεμελιω των αποστολων και προφητων οντος ακρογωνιεου λιθου αυτου ιησου χριστου
Eph 2:21 εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εις ναον αγιον εν κυριω
Eph 2:22 εν ω και υμεις συνοικοδομισθαι εις κατοικητηριον του θεου εν πνευματι
Eph 3:1 τουτου χαριν εγω παυλος ο δεσμιος του χριστου υπερ υμων των εθνων πρεσβευω
Eph 3:2 ει γε ηκουσατε την οικονομιαν του θεου της χαριτος της δοθισης μοι εις υμας
Eph 3:3 οτι κατα αποκαλυψιν εγνωρισθη μοι το μυστηριον καθως προεγραψα εν ολιγω
Eph 3:4 προς ο δυνασθαι αναγινωσκοντες νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου
Eph 3:5 ο ετερες γενεαις ουκ εγνωρισθη τοις υιοις των ανθρωπων ως νυν απεκαλυφθη τοις αγιοις αυτου αποστολοις κ και προφηταις εν πνευματι αγιω
Eph 3:6 ειναι τα εθνη συνκληρονομα και συνσωμα και συνμετοχα της επαγγελιας εν τω χριστω δια του ευανγελιου
Eph 3:7 ου εγενηθην διακονος κατα την δωρεαν της χαριτος του θεου της δοθεισης μοι κατα την ενεργιαν της δυναμεως αυτου
Eph 3:8 εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρις αυτη εν τοις εθνεσιν ευηγγελισασθαι το ανεξιχνιαστον πλουτος του χριστου
Eph 3:9 και φωτισαι παντας τις η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω παντα κτισαντι
Eph 3:10 ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου
Eph 3:11 κατα προθεσιν των αιωνων ην εποιησεν εν χριστω ιησου τω κυριω ημων
Eph 3:12 εν ω εχομεν την προσαγωγην και την παρρησιαν εν τω ελευθερωθηναι δια της πιστεως αυτου
Eph 3:13 διο αιτουμαι μη ενκακιν εν ταις θλιψεσιν μου υπερ υμων ητις εστιν δοξα υμων
Eph 3:14 τουτου χαριν καμπτω τα γονατα μου προς τον πατερα του κυριου ημων ιησου χριστου
Eph 3:15 εξ ου πασα πατρια εν ουρανοις και επι γης ονομαζετε
Eph 3:16 ινα δωη υμιν κα κατα το πλουτος της δοξης αυτου δυναμει κρατεωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον
Eph 3:17 κατοικησαι τον χριστον δια της πιστεως εν ταις καρδιαις υμων
Eph 3:18 εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι ινα ισχυσητε καταλαβεσθαι συν πασι τοις αγιοις τι το πλατος και μηκος και υψος και βαθος
Eph 3:19 γνωναι την υπερβαλλουσαν της γνωσεως αγαπην του χριστου ινα πληρωθητε εις παν το πληρωμα του θεου
Eph 3:20 τω δε δυναμενω παντα ποιησαι υπερεκπερισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημειν
Eph 3:21 αυτω η δοξα εν χριστω ιησου και τη εκκλησια εις πασας τας γενεας του αιωνος των αιωνων αμην
Eph 4:1 παρακαλω ουν υμας εγω ο δεσμιος εν κυριω αξιως περιπατησαι της κλησεως ης εκληθητε
Eph 4:2 μετα πασης ταπινοφροσυνης και πραοτητος μετα μακροθυμιας ανεχομενοι αλληλων εν αγαπη
Eph 4:3 σπουδαζοντες τηρειν την αινοτητα του πνευματος εν τω συνδεσμω της ειρηνης
Eph 4:4 εν σωμα και εν πνευμα καθως και εκληθητε εν μια ελπιδι της κλησεως υμων
Eph 4:5 εις κυριος μια πιστις εν βαπτισμα
Eph 4:6 εις θεος και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν ημειν
Eph 4:7 ενι δε εκαστω ημων εδοθη χαρις και το μετρον της δωρεας του χριστου
Eph 4:8 διο λεγει αναβας εις υψος ηχμαλωτευσεν εχμαλωσιαν εδωκεν δοματα τοις ανθρωποις
Eph 4:9 το δε ανεβη τι εστιν ει μη οτι και κατεβη εις τα κατωτερα της γης
Eph 4:10 ο καταβας αυτος εστιν και ο αναβας υπερανω παντων των ουρανων ινα πληρωση τα παντα
Eph 4:11 και αυτος εδωκεν τους μεν αποστολους τους δε προφητας τους δε ευαγγελιστας τους δε ποιμενας και διδασκαλους
Eph 4:12 προς τον καταρτισμον των αγιων εις εργον της διακονιας εις οικοδομην του σωματος του χριστου
Eph 4:13 μεχρι καταντησωμεν παντες εις την αινοτητα της πιστεως και της επιγνωσεως του υιου του θεου εις ανδρα τελιον εις μετρον ηλικιας του πληρωματος του χριστου
Eph 4:14 ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας εν τη κυβια των ανθρωπων εν πανουργια προς την μεθοδιαν της πλανης
Eph 4:15 αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα ος εστιν κεφαλη ο χριστος
Eph 4:16 εξ ου παν το σωμα συναρμολογουμενον και συνβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ ενεργιαν εν μετρω ενος εκαστου μερους την αυξησιν του σωματος ποιειτε εις οικοδομην αυτου εν αγαπη
Eph 4:17 τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμας περιπατειν καθως και τα εθνη περιπατει εν ματεοτητι του νοος αυτων
Eph 4:18 εσκοτισμενοι τη διανοια οντες απηλλοτριωμενοι της ζωης του θεου δια την αγνοιαν την ουσαν εν αυτοις δια την πωρωσιν της καρδιας αυτων
Eph 4:19 οιτινες απηλπικοτες εαυτους παρεδωκαν τη ασελγια εις εργασιαν πασης ακαθαρσιας και πλεονεξιας
Eph 4:20 υμεις δε ουχ ουτως εμαθετε τον χριστον
Eph 4:21 ει γε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθως εστιν αληθια εν τω ιησου
Eph 4:22 αποθεσθαι υμας κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα την επιθυμιαν της απατης
Eph 4:23 ανανεουσθαι δε τω πνευματι του νοος υμων
Eph 4:24 και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι και αληθια
Eph 4:25 διο αποθεμενοι το ψευδος λαλειται αληθειαν εκαστος μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη
Eph 4:26 οργιζεσθαι και μη αμαρτανετε ο ηλιος μη επιδυετω εν τω παροργισμω υμων
Eph 4:27 μηδε διδοτε τοπον τω διαβολω
Eph 4:28 ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενος ταις ιδιαις χιρσιν το αγαθον ινα εχη μεταδουναι τω χριαν εχοντι
Eph 4:29 πας λογος σαπρος εκ του στοματος υμων μη εκπορευεσθω αλλα ει τις αγαθος προς οικοδομην της πιστεως ινα δοι χαριν τοις ακουουσιν
Eph 4:30 και μη λυπειτε το αγιον πνευμα του θεου εν ω εσφραγισθητε εις ημεραν απολυτρωσεως
Eph 4:31 πασα πικρια και οργη και θυμος και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια
Eph 4:32 γεινεσθαι ουν εις αλληλους χρηστοι ευσπλανχνοι χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο ημειν
Eph 5:1 γεινεσθαι ουν μειμηται του θεου ως τεκνα αγαπητα
Eph 5:2 και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον προσφοραν υπερ ημων και θυσιαν τω θεω εις οσμην ευωδιας
Eph 5:3 πορνια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμειν καθως πρεπι αγιοις
Eph 5:4 η αισχροτης η μορολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια
Eph 5:5 τουτο γαρ ιστε γεινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ος εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου
Eph 5:6 μηδις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απιθιας
Eph 5:7 μη ουν γινεσθαι συνμετοχοι αυτων
Eph 5:8 ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε
Eph 5:9 ο γαρ καρπος του φωτος εν παση αγαθοσυνη και δικαιοσυνη και αληθια
Eph 5:10 δοκιμαζοντες τι εστιν ευαρεστον τω θεω
Eph 5:11 και μη συνκοινωνιτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελενχετε
Eph 5:12 τα γαρ κρυφη γεινομενα υπ αυτων αισχρον εστιν και λεγειν
Eph 5:13 τα δε παντα ελενχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν
Eph 5:14 διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων κει επιψαυσεις του χριστου
Eph 5:15 βλεπετε ουν πως ακριβως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
Eph 5:16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
Eph 5:17 δια τουτο μη γινεσθαι αφρονες αλλα συνιοντες τι το θελημα του κυριου
Eph 5:18 και μη μεθυσκεσθαι οινω εν ω εστιν ασωτια αλλα πληρουσθαι εν πνευματι
Eph 5:19 λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες εν ταις καρδιαις υμων τω κυριω
Eph 5:20 ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω πατρι και θεω
Eph 5:21 υποτασσομενοι αλληλοις εν φοβω χριστου ιησου
Eph 5:22 αι γυναικες υποτασσεσθαι τοις ιδιοις ανδρασιν ως τω κυριω
Eph 5:23 οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος
Eph 5:24 αλλα ως η εκκλησια υποτασσεται τω κυριω ουτως και αι γυναικες τοις ανδρασιν εν παντι
Eph 5:25 οι ανδρες αγαπατε τας γυναικας εαυτων καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης
Eph 5:26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι
Eph 5:27 ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος
Eph 5:28 ουτως και οι ανδρες οφιλουσιν αγαπαν τας εαυτων γυναικας ως το εαυτων σωμα ο την εαυτου γυναικα αγαπων εαυτον αγαπα
Eph 5:29 ουδις γαρ ποτε την εαυτου σαρκα εμεισησεν αλλ εκτρεφει αυτην και θαλπει καθως και ο χριστος την εκκλησιαν
Eph 5:30 οτι μελη εσμεν του σωματος αυτου εκ της σαρκος αυτου και εκ των οστεων αυτου
Eph 5:31 αντι τουτου καταλιψει ανθρωπος πατερα και μητερα και κολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν
Eph 5:32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και εις την εκκλησιαν
Eph 5:33 πλην και υμις οι καθ ενα ινα εκαστος την εαυτου γυναικα ως εαυτον αγαπα η δε γυνη ινα φοβητε τον ανδρα
Eph 6:1 τα τεκνα υπακουετε τοις γονευσιν υμων τουτο γαρ εστιν δικαιον
Eph 6:2 τειμα τον πατερα σου και την μητερα ητις εστιν εντολη πρωτη εν τη επαγγελια
Eph 6:3 ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης
Eph 6:4 και οι πατερες μη παροργιζετε τα τεκνα υμων αλλα εκτρεφετε αυτα εν παιδια και νουθεσια κυριου
Eph 6:5 οι δουλοι υπακουετε τοις κυριοις κατα σαρκα μετα φοβου και τρομου εν απλοτητι της καρδιας υμων ως τω χριστω
Eph 6:6 μη κατ οφθαλμοδουλιαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι χριστου ποιουντες το θελημα του θεου εκ ψυχης
Eph 6:7 μετ ευνοιας δουλευοντες ως τω κυριω και ουκ ανθρωποις
Eph 6:8 ειδοντες οτι εκαστος ο αν ποιηση αγαθον τουτο κομισεται παρα κυριου ειτε δουλος ειτε ελευθερος
Eph 6:9 και οι κυριοι τα αυτα ποιειτε προς αυτους ανιεντες την απιλην ειδοτες οτι και αυτων και υμων ο κυριος εστιν εν ουρανοις και προσωπολημψια ουκ εστιν παρα θεω
Eph 6:10 το λοιπον ενδυναμουσθαι εν κυριω και εν τω κρατει της ισχυος αυτου
Eph 6:11 ενδυσασθαι την πανοπλιαν του θεου εις το δυνασθαι στηναι υμας προς τας μεθοδιας του διαβολου
Eph 6:12 οτι ουκ εστιν υμιν η παλη προς αιμα και σαρκα αλλα προς τας αρχας και εξουσιας προς τους κοσμοκρατορας του σκοτους τουτου προς τα πνευματικα της πονηριας εν τοις επουρανιοις
Eph 6:13 δια τουτο αναβαλετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι
Eph 6:14 στητε περιεζωσμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα της δικαιοσυνης
Eph 6:15 και υποδησαμενοι τους ποδας εν ετοιμασια του ευαγγελιου της ειρηνης
Eph 6:16 επι πασιν αναλαβοντες τον θυραιον της πιστεως εν ω δυνασθαι παντα τα βελη του πονηρου πεπυρωμενα σβεσαι
Eph 6:17 και την περικεφαλαιαν του σωτηριου και την μαχαιραν του πνευματος ο εστιν ρημα θεου
Eph 6:18 δια πασης προσευχης και δεησεως προσευχομενοι εν παντι καιρω εν πνευματι και εις αυτον αγρυπνουντες παντοτε εν παση τη δεησει υπερ παντων των αγιων
Eph 6:19 και υπερ εμου ινα μοι δοθη λογος εν ανοιξι του στοματος μου εν παρρησια γνωρισαι το μυστηριον του ευαγγελιου
Eph 6:20 υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρησιασωμαι ως δει με λαλησαι
Eph 6:21 ινα δε και υμεις ιδητε τα κατ εμε τι πρασσω γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν κυριω
Eph 6:22 ον επενψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων
Eph 6:23 ειρηνη τοις αδελφοις και αγαπη μετα πιστεως απο θεου πατρος και κυριου ιησου χριστου
Eph 6:24 η χαρις μετα παντω των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια αμην
Phi 1:1 παυλος και τειμοθεος δουλοι χριστου ιησου πασιν τοις αγιοις εν χριστω ιησου τοις ουσιν εν φιλιπποις συν επισκοποις και διακονοις
Phi 1:2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
Phi 1:3 εγω μεν ευχαριστω τω κυριω ημων επι παση μνια υμων
Phi 1:4 παντοτε εν παση δεησει μου υπερ παντων υμων μετα χαρας την δεησιν ποιουμενος
Phi 1:5 επι τη κοινωνια υμων εις το ευαγγελιον απο πρωτης ημερας αχρι του νυν
Phi 1:6 πεποιθως αυτο τουτο οτι ο εναρξαμενος εν υμειν εργον αγαθον επιτελεσει αχρις ημερας χριστου ιησου
Phi 1:7 καθως εστιν δικαιον εμοι τουτο φρονιν υπερ παντων υμω δια το εχειν με εν τη καρδια υμας εν τε τοις δεσμοις μου και τη απολογια και βεβαιωσει του ευαγγελιου συνκοινωνους της χαριτος μου παντας υμας οντας
Phi 1:8 μαρτυς γαρ μοι εστιν ο θεος ως επιποθω παντας υμας εν σπλανχνοις χριστου ιησου
Phi 1:9 και τουτο προσευχομαι ινα η αγαπη υμων ετι μαλλον και μαλλον περισσευση εν επιγνωσει και παση αισθησει
Phi 1:10 εις το δοκιμαζειν υμας τα διαφεροντα ινα ητε ειλικρινεις και απροσκοποι εις ημεραν χριστου
Phi 1:11 πεπληρωμενοι καρπον δικαιοσυνης τον δια ιησου χριστου εις δοξαν και επαινον χριστου
Phi 1:12 γειγνωσκειν δε υμας βουλομαι αδελφοι οτι τα κατ εμε μαλλον εις προκοπην του ευαγγελιου εληλυθεν
Phi 1:13 ωστε τους δεσμους μου φανερους γενεσθαι εν χριστω εν ολω τω πραιτωριω και τοις λοιποις πασιν
Phi 1:14 και τους πλιονας των αδελφων εν κυριω πεποιθοτας τοις δεσμοις μοι περισσοτερως τολμαν αφοβως τον λογον λαλειν του θεου
Phi 1:15 τινες μεν και δια φθονον και εριν τινες δε και δι ευδοκιαν τον χριστον κηρυσσουσιν
Phi 1:16 οι δε εξ εριθιας τον χριστον κατανγελλουσιν ουχ αγνως οιομενοι θλιψειν εγειρειν τοις δεσμοις μου
Phi 1:17 οι μεν εξ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι
Phi 1:18 τι γαρ πλην παντι τροπω ειτε προφασει ειτε αληθεια χριστος κατανγελλετε και εν τουτω χαιρω αλλα και χαρησομαι
Phi 1:19 οιδα γαρ οτι τουτο μοι αποβησεται εις σωτηριαν δια της υμων δεησεως και επιχορηγιας του πνευματος χριστου ιησου
Phi 1:20 κατα την αποκαραδοκιαν και ελπιδα μου οτι εν ουδενι αισχυνθησομαι αλλ εν παση παρρησια ως παντοτε και νυν μεγαλυνθησεται χριστος εν τω σωματι μου ειτε δια ζωης ειτε δια θανατου
Phi 1:21 εμοι γαρ το ζην χριστος και το αποθανιν κερδος
Phi 1:22 ειτε το ζην εν σαρκι τουτο μοι καρπος εργου και τι αιρησομαι ου γνωριζω
Phi 1:23 συνεχομαι δε εκ των δυο την επιθυμιαν εχων το αναλυσαι και συν χριστω ειναι ποσω μαλλον κρισσον
Phi 1:24 το δε επιμενειν εν τη σαρκι ανανκαιοτερον δει υμας
Phi 1:25 και τουτο πεποιθως οιδα οτι μενω και παραμενω πασιν υμιν εις την υμων προκοπην και χαραν της πιστεως
Phi 1:26 ινα το καυχημα υμων περισσευση εν χριστω ιησου εν εμοι δια της εμης παρουσιας παλιν προς υμας
Phi 1:27 μονον αξιως του ευαγγελιου χριστου πολιτευεσθαι ινα ειτε ελθων και ιδων υμας ειτε απων ακουω τα περι υμων οτι στηκετε εν ενι πνευματι μια ψυχη συναθλουντες τη πιστι του ευαγγελιου
Phi 1:28 και μη πτυρομενοι εν μηδενι υπο των αντικειμενων ητις εστιν αυτοις ενδιξις απωλιας ημιν δε σωτηριας και τουτο απο θεου
Phi 1:29 οτι υμιν εχαρισθη το υπερ χριστου ου μονον το εις αυτον πιστευειν αλλα και το υπερ αυτου πασχειν
Phi 1:30 τον αυτον αγωνα εχοντες οιον και ειδετε εν εμοι και νυν ακουετε εν εμοι
Phi 2:1 ει τις ουν παρακλησις εν χριστω ει τις παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλανχνα και οικτειρμοι
Phi 2:2 πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συνψυχοι το εν φρονουντες
Phi 2:3 μηδεν κατ εριθιαν η καινοδοξιαν αλλα τη ταπινοφροσυνη αλληλους προηγουμενοι υπερεχοντες εαυτων
Phi 2:4 μη τα εαυτων εκαστος σκοπουντες αλλα τα των ετερων εκαστοι
Phi 2:5 τουτο γαρ φρονειτε εν υμιν ο και εν χριστω ιησου
Phi 2:6 ος εν μορφη θεου υπαρχων ουχ αρπακμον ηγησατο το ειναι ισα θεω
Phi 2:7 αλλ εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος
Phi 2:8 και σχηματι ευρεθεις ως ανθρωπος εταπινωσεν εαυτον γενομενος υπηκοος αχρι θανατου θανατου δε σταυρου
Phi 2:9 διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω ονομα το υπερ παν ονομα
Phi 2:10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγιων και καταχθονιων
Phi 2:11 και πασα γλωσσα εξομολογησεται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος
Phi 2:12 ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη ως εν τη παρουσια μου μονο αλλα πολλω μαλλον νυν εν τη πουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθαι
Phi 2:13 θεος γαρ εστιν ο ενεργων εν υμει και το θελειν και το ενεργειν υπερ της ευδοκιας
Phi 2:14 παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων
Phi 2:15 ινα ητε αμεμπτοι και ακερεοι τεκνα θεου αμωμητα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθαι ως φωστηρες εν κοσμω
Phi 2:16 λογον ζωης επεχοντες εις καυχησιν εμοι εις ημεραν χριστου οτι ουκ ις κενον εδραμον ουδε εις κενον εκοπιασα
Phi 2:17 αλλα ει και σπενδομαι επι τη θυσια και λιτουργια της πιστεως υμων χαιρω και συνχαιρω πασιν υμειν
Phi 2:18 το δ αυτο και υμις χαιρετε και συνχαιρετε μοι
Phi 2:19 ελπιζω δε εν χριστω ιησου τειμοθεον ταχεως πεμψαι προς υμας ινα καγω ευψυχω γνους τα περι υμων
Phi 2:20 ουδενα γαρ εχω εισοψυχον οστις γνησιως τα περι ημων μεριμησει
Phi 2:21 οι παντες γαρ τα εαυτων ζητουσι ου τα ιησου χριστου
Phi 2:22 την δε δοκιμην αυτου γεινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον
Phi 2:23 τουτον μεν ουν ελπιζω πενψαι ως αν αφιδω τα περι εμε εξαυτης
Phi 2:24 πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι
Phi 2:25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνστρατιωτην μου υμων δε αποστολον και λιτουργον της χριας μου πενψαι προς υμας
Phi 2:26 επιδη επιποθων ην παντας υμας ιδειν και αδημονων διοτι ηκουσατε αυτον ησθενηκεναι
Phi 2:27 και γαρ ησθενησεν παραπλησιον θανατω αλλα ο θεος ηλεησεν αυτον ουχ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην εχω
Phi 2:28 σπουδεοτερον ουν επενψα αυτο ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω
Phi 2:29 προσδεχεσθαι ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε
Phi 2:30 οτι δια το εργον του χριστου εως θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λιτουργιας
Phi 3:1 το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφιν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες
Phi 3:2 βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην
Phi 3:3 ημις γαρ εσμεν η περιτομη οι πνευματι θεω λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ου σαρκι πεποιθοτες
Phi 3:4 καιπερ εγω εχων πεποιθησιν εν σαρκι ει τις αλλος δοκι πεποιθεναι εν σαρκι εγω μαλλον
Phi 3:5 περιτομη οκταημερος εκ γενους ισραηλ φυλης βενιαμιν εβραιος εξ εβραιων κατα νομον φαρισαιος
Phi 3:6 κατα ζηδος διωκων εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος
Phi 3:7 αλλα ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν
Phi 3:8 αλλα μενουν και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ινα χριστον κερδησω
Phi 3:9 και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην εν πιστι
Phi 3:10 του γνωναι αυτον και την δυναμιν της αναστασεως και την κοινωνιαν των παθηματων αυτου συνμορφιζομενος τω θανατω αυτου
Phi 3:11 ει πως καταντησω εις την εξαναστασιν την εκ νεκρων
Phi 3:12 ουχ οτι ηδη ελαβον η ηδη δεδικαιωμαι η ηδη τετελιωμαι διωκω δε ει καταλαβω εφ ω κατελημφθην υπο χριστου
Phi 3:13 αδελφοι εμαυτον ουπω λογιζομε κατιληφεναι εν δε τα μεν οπισω επιλανθανομενος εις δε τα ενπροσθεν επεκτινομενος
Phi 3:14 κατα σκοπο διωκω επι το βραβιον της ανω κλησεως του θεου εν κυριω ιησου χριστω
Phi 3:15 οσοι ουν τελιοι τουτο φρονωμεν και ει τι ετερως φρονιτε και τουτο θεος υμειν αποκαλυψει
Phi 3:16 πλην εις ο εφθασαμεν το αυτο φρονειν τω αυτοι στοιχειν
Phi 3:17 συνμειμηται μου γινεσθαι αδελφοι και σκοπειτε τους ουτω περιπατουντας καθως εχετε τυπον ημας
Phi 3:18 πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγομεν υμιν νυν δε κλαιων λεγω τους εχθρους του σταυρου του χριστου
Phi 3:19 ων το τελος απωλια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγια φρονουντες
Phi 3:20 ημων γαρ το πολειτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον
Phi 3:21 ος μετασχηματισει το σωμα της ταπινωσεως ημων συνμορφον τω σωματι της δοξης αυτου κατα την ενεργιαν του δυνασθαι αυτον και υποταξαι αυτω τα παντα
Phi 4:1 ωστε αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανος μου ουτω στηκετε εν κυριω
Phi 4:2 ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω
Phi 4:3 ναι ερωτω και σε γνησιε συνζυγε συνλαμβανου αυταις αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα κλημεντος και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωης
Phi 4:4 χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε
Phi 4:5 το επιεικες υμων γνωσθητω πασιν ανθρωποις ο κυριος εγγυς
Phi 4:6 μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον
Phi 4:7 και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου
Phi 4:8 το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τις αρετη και ει τις επαινος επιστημης ταυτα λογιζεσθαι
Phi 4:9 α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεος της ειρηνης εστε μεθ υμων
Phi 4:10 εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε εθαλατε το υπερ εμου φρονειν εφ ω και εφρονιτε ηκαιρισθαι δε
Phi 4:11 ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι
Phi 4:12 οιδα και ταπινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερισθαι
Phi 4:13 παντα ισχυω εν τω ενδυναμουντι με
Phi 4:14 πλην καλως εποιησατε συνκοινωνησαντες τη θλιψει μου
Phi 4:15 οιδατε και υμις φιλιππησιοι οτι εν αρχη του ευανγελιου οτε εξηλθον απο μακεδονιας οτι ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και λημψεως ει μη υμεις μονοι
Phi 4:16 οτι και εν θεσσαλονικη και απαξ και δις την χριαν μου επενψατε
Phi 4:17 ουχ οτι επιζητω το δομα αλλ επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων
Phi 4:18 απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενος παρα επαφροδιτου το παρ υμων πενφθεν οσμην ευωδιας θυσιαν δεκτην ευαρεστον τω θεω
Phi 4:19 ο δε θεος μου πληρωσαι πασαν χριαν υμων κατα το πλουτος υμων εν δοξη εν χριστω ιησου
Phi 4:20 τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων αμην
Phi 4:21 ασπασασθαι παντα αγιον εν χριστω ιησου ασπαζοντε υμας οι συν εμοι αδελφοι
Phi 4:22 ασπαζοντε υμας παντες οι αγιοι μαλιστα δε οι εκ της καισαρος οικιας
Phi 4:23 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αμην
Col 1:1 παυλος αποστολος ιησου χριστου δια θεληματος θεου και τειμοθεος ο αδελφος
Col 1:2 τοις εν κολοσσαεις αγιοις και πιστοις αδελφοις εν χριστω ιησου χαρις υμιν και ειρηνη απο θεου πατρος ημων
Col 1:3 ευχαριστουμεν τω θεω τω πατρι του κυριου ημων ιησου χριστου παντοτε υπερ υμων προσευχομενοι
Col 1:4 ακουσαντες την πιστιν υμω εν χριστω ιησου και την αγαπην ην εχετε εις παντας τους αγιου
Col 1:5 δια την ελπιδα την αποκιμενην υμιν εν τοις ουρανοις ην προηκουσατε εν τω λογω της αληθιας του ευαγγελιου
Col 1:6 του παροντος εις υμας καθως και εν παντι τω κοσμω εστιν καρποφορουμενον και αυξανομενον καθως και * αφ ης ημερας ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθια
Col 1:7 καθως εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων ος εστιν πιστος υπερ ημων διακονος του χριστου
Col 1:8 ο και δηλωσας ημιν την υμων αγαπην εν πνευματι
Col 1:9 δια τουτο και ημεις αφ ης ημερας ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματος αυτου εν παση σοφια και συνεσι πνευματικη
Col 1:10 περιπατησαι αξιως του κυριου εις πασαν αρεσκιαν εν παντι εργω αγαθω καρποφορουντες και αυξανομενοι τη επιγνωσει του θεου
Col 1:11 εν παση δυναμει δυναμουμενοι κατα το κρατος της δοξης αυτου εις πας πασαν υπομονην και μακροθυμιαν μετα χαρας
Col 1:12 ευχαριστουντες τω πατρι τω καλεσαντι ημας εις την μεριδα του κληρου των αγιων εν τω φωτι
Col 1:13 ος ερρυσατο ημας εκ της εξουσιας του σκοτους και μετεστησεν εις την βασιλειαν του υιου της αγαπης αυτου
Col 1:14 εν ω εχομεν την απολυτρωσιν των αμαρτιων
Col 1:15 ος εστιν εικων του θεου του αορατου πρωτοτοκος πασης κτισεως
Col 1:16 οτι εν αυτω εκτισθη τα παντα εν τοις ουρανοις και τα επι της γης τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητες ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εις αυτον εκτισται
Col 1:17 και αυτος εστιν προ παντων και παντα εν αυτω συνεστηκεν
Col 1:18 και αυτος εστιν η κεφαλη του σωματος της εκκλησιας ος εστιν αρχη πρωτοτοκος εκ των νεκρων ινα γενηται εν πασιν αυτος πρωτευων
Col 1:19 οτι εν αυτω ηυδοκησεν παν το πληρωμα κατοικησαι
Col 1:20 και δι αυτου αποκαταλλαξαι τα παντα εις αυτον ειρηνοποιησας δια του αιματος του σταυρου αυτου ειτε τα επι της γης ειτε τα εν τοις ουρανοις
Col 1:21 και ημας ποτε οντας απηλλοτριωμενους και εχθρους της διανοιας εν τοις εργοις τοις πονηροις νυν δε αποκαταλλαγεντες
Col 1:22 εν τω σωματι της σαρκος αυτου δια του θανατου παραστησαι υμας αγιους και αμωμους και ανεγκλητους κατενωπιον αυτου
Col 1:23 ει γε επιμενετε τη πιστει τεθεμελιωμενοι και εδραιοι και μη μετακεινουμενοι απο της ελπιδος του ευαγγελιου ου ηκουσατε του κηρυχθεντος εν παση κτισει τη υπο τον ουρανον ου εγενομην εγω παυλος διακονος
Col 1:24 ος νυν χαιρω εν τοις παθημασιν υπερ υμων και ανταναπληρω τα υστερηματα των θλιψεων του χριστου εν τη σαρκι μου υπερ του σωματος ος εστιν εκκλησια
Col 1:25 ης εγενομην εγω διακονος κατα την οικονομιαν του θεου την δοθεισαν μοι εις υμας πληρωσαι τον λογον του θεου
Col 1:26 το μυστηριον το αποκεκρυμμενον απο των αιωνων και απο των γενεων νυνει δε φανερωθεν τοις αγιοις αυτου
Col 1:27 οις ηθελησεν ο θεος γνωρισαι τον πλουτον της δοξης του μυστηριου του θεου εν τοις εθνεσιν ος εστιν χριστος εν υμιν η ελπις της δοξης
Col 1:28 ον ημις κατανγελλομεν νουθετουντες παντα ανθρωπον και διδασκοντες εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελιον εν χριστω
Col 1:29 εις ο και κοπιω αγωνιζομενος κατα την ενεργιαν αυτου την ενεργουμενην εν εμοι εν δυναμει
Col 2:1 θελω γαρ υμας ειδεναι ηλικον αγωνα εχω περι υμων και των εν λαοδικια και οσοι ουχ εωρακαν το προσωπον μου εν σαρκι
Col 2:2 ινα παρακληθωσιν αι καρδιαι αυτω συνβιβασθεντες εν αγαπη εις παντα τον πλουτον της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου ο εστιν χριστος
Col 2:3 εν ω εισιν παντες οι θησαυροι της σοφιας και γνωσεως αποκρυφοι
Col 2:4 τουτο δε λεγω ινα μηδις υμας παραλογιζητε εν πιθανολογια
Col 2:5 ει γαρ και τη σαρκι απιμι αλλα γε τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων
Col 2:6 ως ουν παρελαβετε τον κυριον ιησουν χριστον εν αυτω περιπατειτε
Col 2:7 ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι τη πιστι καθως και εδιδαχθητε περισσευοντες εν αυτω εν ευχαριστια
Col 2:8 βλεπετε μη τις εστε υμας ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχια του κοσμου και ου κατα χριστον
Col 2:9 οτι εν αυτω κατοικι παν το πληρωμα της θεοτητος σωματικως
Col 2:10 και εστε εν αυτω πεπληρωμενοι ο εστιν κεφαλη πασης εκκλησιας
Col 2:11 εν ω και περιετνηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος της σαρκος εν τη περιτομη του χριστου
Col 2:12 συνταφεντες αυτω εν τω βαπτισμω εν ω και συνηγερθητε δια της πιστεως της ενεργιας του θεου του εγειραντος αυτον εκ των νεκρων
Col 2:13 και υμας νεκρους οντας εν τοις παραπτωμασιν και εν τη ακροβυστια της σαρκος υμων εζωοποιησεν συν αυτω χαρισαμενος ημιν παντα τα παραπτωματα ημων
Col 2:14 εξαλιψας το κατ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω
Col 2:15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδιγματισεν εν παρρησια θριανβευσας αυτους εν αυτω
Col 2:16 μη ουν τις υμας κρινετω εν βρωσει η εν ποσει η εν μερι εορτης η νουμηνια η σαββατου
Col 2:17 α εστιν σκια των μελλοντων το δε σωμα χριστου
Col 2:18 μηδις υμας καταβραβευετω θελων εν ταπινοφροσυνη και θρησκια των αγγελων α εορακεν ενβατευων εικη φυσιουμενοι υπο του νοος της σαρκος αυτου
Col 2:19 και ου κρατων την κεφαλην χριστον εξ ου παν το σωμα δια των αφων και συνδεσμω επιχορηγουμενον και συνβιβαζομενον αυξει την αυξησιν του θεου
Col 2:20 ει απεθανετε συν χριστω απο των στοιχιων του κοσμου δια τι παλιν ως ζωντες εν κοσμω δογματιζεσθαι
Col 2:21 μη αψη μηδε γευση μηδε θιγης
Col 2:22 α εστιν παντα εις φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων
Col 2:23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκια και ταπινοφροσυνη και αφιδια σωματος ουκ εν τιμη τινι προς πλησμονην της σαρκος
Col 3:1 ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος
Col 3:2 τα ανω φρονειτε μη τα επι της γης
Col 3:3 απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν χριστω εν τω θεω
Col 3:4 οταν ο χριστος φανερωθη η ζωη υμων τοτε και υμις συν αυτω φανερωθησεσθαι εν δοξη
Col 3:5 νεκρωσατε ουν τα μελη υμων τα επι της γης πορνιαν και ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρια
Col 3:6 δι ο ερχεται η οργη του θεου επι τους υιους της απιθιας
Col 3:7 εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν τουτοις
Col 3:8 νυνει δε αποθεσθαι και υμις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων
Col 3:9 μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου
Col 3:10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ ικονα του κτισαντος αυτον
Col 3:11 οπου ουκ ενι αρσεν και θηλυ ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος και σκυθης δουλος και ελευθερος αλλα τα παντα και εν πασιν χριστος
Col 3:12 ενδυσασθαι ουν ωσει εκλεκτοι θεου αγιοι και ηγαπημενοι σπλανχνα και οικτειρμον χρηστοτητα ταπινοφροσυνην πραοτητα μακροθυμιαν
Col 3:13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μεμψιν καθως και ο κυριος εχαρισατο ημιν ουτως και υμις ποιειτε
Col 3:14 επι πασιν δε τουτοις την αγαπην ος εστιν συνδεσμος της αινοτητος
Col 3:15 και η ειρηνη του χριστου βραβευετω εν ταις καρδιαις υμω εις ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γενεσθαι
Col 3:16 ο λογος του χριστου ενοικειτω εν υμι πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις υμνοις ωδαις πνευματικαις εν τη χαριτι αδοντες εν ταις καρδιαις υμω τω θεω
Col 3:17 παν ο τι αν ποιητε εν λογω η εν εργω παντα εν ονοματι ιησου χριστου ευχαριστουντες τω θεω και πατρι δι αυτου
Col 3:18 αι γυναικες υποτασσεσθαι τοις ανδρασιν υμων ως ανηκεν εν κυριω
Col 3:19 οι ανδρες αγαπατε τας γυναικας υμω και μη πικραινεσθαι προς αυτας
Col 3:20 τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ ευαρεστον εστιν εν κυριω
Col 3:21 οι πατερες μη παροργιζετε τα τεκνα υμων ινα μη αθυμωσιν
Col 3:22 οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλια ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον κυριον
Col 3:23 ο αν ποιητε εκ ψυχης εργαζεσθαι ως τω κυριω και ουκ ανθρωποις
Col 3:24 ειδοτες οτι απο κυριου αποληνψεσθαι την ανταποδοσι της κληρονομιας τω κυριω χριστω δουλευετε
Col 3:25 ο γαρ αδικων κομιειτε ο ηδικησεν και ουκ εστιν προσωπολημψια
Col 4:1 οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθαι ειδοτες οτι και υμις εχετε κυριον εν ουρανοις
Col 4:2 τη προσευχη προσκαρτεριτε γρηγορουντες εν αυτη
Col 4:3 προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημειν θυραν λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι
Col 4:4 ινα και φανερωσω αυτω ως δει με λαλησαι
Col 4:5 εν σοφια περιπατιτε προς τους εξω τον καιρον εξαγοραζομενοι
Col 4:6 ο λογος ημων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι
Col 4:7 τα καθ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω
Col 4:8 ον επενψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεσαι τας καρδιας υμων
Col 4:9 συν ονησιμω τω αγαπητω και πιστω αδελφω ος εστιν εξ υμων οι παντα υμιν γνωρισωσιν τα ωδε
Col 4:10 ασπαζετε υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθαι αυτον
Col 4:11 και ο ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι μου εισι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια
Col 4:12 ασπαζετε υμας επαφρας ο εξ υμων δουλος χριστου παντοτε αγωνιζομενος περι υμων εν ταις προσευχαις ινα στητε τελιοι και πεπληροφορημενοι εν παντι θεληματι του χριστου
Col 4:13 μαρτυρω γαρ αυτω οτι εχει πολυν κοπον υπερ υμων και των εν λαοδικια και των εν ιεραπολει
Col 4:14 ασπαζετε υμας λουκας ο ιατρος ο αγαπητος και δημας
Col 4:15 ασπασασθαι τους εν λαοδικια αδελφους και νυμφαν και την κατ οικον αυτου εκκλησιαν
Col 4:16 και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικαιων εκκλησια αναγνωσθη και την εκ λαοδικιας ινα υμις αναγνωτε
Col 4:17 και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις
Col 4:18 ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμω η χαρις μεθ υμων αμην
1Th 1:1 παυλος και σιλβανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστου χαρις υμιν και ειρηνη απο θεου πατρος και κυριου ιησου χριστου
1Th 1:2 ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνιαν υμων ποιουμενοι επι των προσευχων ημων
1Th 1:3 αδιαλιμπτως μνημονευοντες του εργου της πιστεως υμων και τον κοπον της αγαπης και την υπομονην της ελπιδος του κυριου ημων ιησου χριστου ενπροσθεν του θεου και πατρος ημων
1Th 1:4 ειδοτες αδελφοι ηγαπημενοι υπο θεου την εκλογην υμων
1Th 1:5 οτι το ευαγγελιον ημων ουκ εγενηθη προς υμας εν λογω μονω αλλα και εν δυναμει και εν πνευματι αγιω και εν πληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν εν υμιν δι υμας
1Th 1:6 και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου
1Th 1:7 ωστε γενεσθαι υμας τυπον πασι τοις πιστευουσιν εν τη μακεδονια και εν τη αχαια
1Th 1:8 αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και εν τη αχαια αλλ εν παντι τοπω η πιστις ημων η προς τον θεον εξεληλυθεν ωστε μη χριαν εχειν ημας λαλειν τι
1Th 1:9 αυτοι γαρ περι ημων απαγγελουσιν οποιαν εισοδον εσχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω
1Th 1:10 και αναμενιν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ των νεκρων ιησουν τον ρυομενον ημας απο της οργης της ερχομενης
1Th 2:1 αυτοι γαρ οιδατε αδελφοι την ισοδον ημων την προς υμας οτι ου κενη γεγονεν
1Th 2:2 αλλα προπαθοντες και υβρισθεντες καθως οιδατε εν φιλιπποις επαρρησιασαμεθα εν θεω ημων λαλησαι προς υμας το ευαγγελιον του θεου εν πολλω αγωνι
1Th 2:3 η γαρ παρακλησις ημων ουκ εκ πλανης ουδε εξ ακαθαρσιας ουδε εν δολω
1Th 2:4 αλλα καθως δεδοκιμασμεθα υπο του θεου πιστευθηναι το ευαγγελιον ουτως λαλουμεν ουχ ως ανθρωποις αρεσκοντες αλλα θεω τω δοκιμαζοντι τας καρδιας ημω
1Th 2:5 ουτε γαρ ποτε εν λογω κολακιας εγενηθημεν καθως οιδατε ουτε εν προφασει πλεονεξιας θεος μαρτυς
1Th 2:6 ουτε ζητουντες εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απο αλλων δυναμενοι εν βαρι ειναι ως χριστου αποστολοι
1Th 2:7 αλλ εγενηθημεν νηπιοι εν μεσω υμων ως εαν τροφος θαλπη τα εαυτης τεκνα
1Th 2:8 ουτως ομιρομενοι υμων ευδοκουμεν μεταδουναι υμιν ου μονον το ευαγγελιον του θεου αλλα και τας εαυτων ψυχας διοτι αγαπητοι ημιν εγενηθητε
1Th 2:9 μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτος και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων εκηρυξαμεν εις υμας το ευαγγελιον του θεου
1Th 2:10 υμεις μαρτυρες εστε και ο θεος ως οσιως και δικαιως και αμεμπτως υμιν τοις πιστευουσιν εγενηθημεν
1Th 2:11 καθαπερ οιδατε ως ενα εκαστον υμων ως πατηρ τεκνα εαυτου παρακαλουντες υμας και παραμυθουμενοι
1Th 2:12 και μαρτυρουμενοι εις το περιπατειν υμας αξιως του θεου του καλουντος υμας εις την αυτου βασιλιαν και δοξαν
1Th 2:13 δια τουτο και ημις ευχαριστουμεν τω θεω αδιαλινπτως οτι παραλαβοντες λογον ακοης παρ ημων του θεου εδεξασθαι ου λογον ανθρωπων αλλα καθως εστιν αληθως λογον θεου ος και ενεργειται εν υμειν τοις πιστευουσιν
1Th 2:14 υμεις γαρ μειμηται εγενηθητε αδελφοι των εκκλησιων του θεου των ουσων εν τη ιουδαια εν χριστω ιησου οτι τα αυτα επαθετε απο των ιδιων συνφυλαιτων καθως και αυτοι υπο των ιουδαιων
1Th 2:15 των και τον κυριον αποκτιναντων ιησουν και τους προφητας και ημας εκδιωξαντων και θεω μη αρεσκοντων και πασιν ανθρωποις εναντιον
1Th 2:16 κωλυοντων ημας τοις εθνεσιν λαλησαι ινα σωθωσι εις το αναπληρωσαι αυτων τας αμαρτιας παντοτε εφθακεν δε επ αυτους η οργη του θεου εις τελος
1Th 2:17 ημις δε αδελφοι απορφανισθεντες αφ υμων προς καιρον ωρας προσωπω ου καρδια περισσοτερως εσπουδασαμεν το προσωπον υμων ειδεν εν πολλη επιθυμια
1Th 2:18 διοτι ηθελησαμεν ελθιν προς υμας εγω μεν παυλος και απαξ και δις και ενεκοψεν ημας ο σατανας
1Th 2:19 τις γαρ ημων ελπις η χαρα η στεφανος καυχησεως η ουχι και υμεις ενπροσθεν του κυριου ημων ιησου εν τη αυτου παρουσια
1Th 2:20 υμις γαρ εσται η δοξα ημων και η χαρα
1Th 3:1 διο μηκετι στεγοντες ευδοκησαμεν καταλιφθηναι εν αθηναις μονοι
1Th 3:2 και επενψαμεν τιμοθεον τον αδελφον ημων και συνεργον του θεου εν τω ευαγγελιω του χριστου εις το στηριξαι υμας και παρακαλεσαι υπερ της πιστεως υμων
1Th 3:3 το μηδενα *νεσθαι εν ταις θλιψεσιν ταυταις αυτοι γαρ οιδατε οτι εις τουτο κειμεθα
1Th 3:4 και γαρ οτε προς υμας ημεν προσελεγομεν υμιν οτι μελλομεν θλιβεσθαι καθως και εγενετο και οιδατε
1Th 3:5 δια τουτο καγω μηκετι στεγων επενψα εις το γνωναι την πιστιν υμων μη πως επιρασεν υμας ο πιραζων και εις κενον γενηται ο κοπος ημων
1Th 3:6 αρτι δε ελθοντος τειμοθεου προς ημας αφ υμων και ευαγγελισαμενος ημιν την πιστιν και την αγαπην υμω και οτι μνιαν εχετε ημων αγαθην παντοτε επιποθουντες ημας ιδειν καθαπερ και ημις υμας
1Th 3:7 δια τουτο παρεκληθημεν αδελφοι εφ υμιν επι παση τη αναγκη και θλιψει ημων και της υμων πιστεως
1Th 3:8 οτι νυν ζωμεν εαν υμις στηκητε εν κυριω
1Th 3:9 τινα γαρ ευχαριστιαν δυναμεθα τω κυριω ανταποδουναι περι υμων επι παση τη χαρα η εχαιρομεν δι υμας ενπροσθεν του θεου ημων
1Th 3:10 νυκτος και ημερας υπερεκπερισσου δεομενοι εις το ιδειν υμων το προσωπον και καταρτισαι τα υστερηματα της πιστεως υμων
1Th 3:11 αυτος δε ο θεος και πατηρ ημων και ο κυριος ημων κατευθυναι την οδον ημων προς υμας
1Th 3:12 υμας δε ο κυριος ιησους πλεονασαι και περισσευσαι τη αγαπη εις αλληλους και εις παντας καθαπερ και ημις εις υμας
1Th 3:13 εις το στηριξαι τας καρδιας υμων αμεμπτους εν αγιοσυνη ενπροσθεν του θεου και πατρος ημων εν τη παρουσια του κυριου ημων ιησου μετα παντων των αγιων αυτου αμη
1Th 4:1 λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου ινα καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκιν θεω καθως και περιπατειτε ινα περισσευητε μαλλον
1Th 4:2 οιδατε γαρ τινας παραγγελιας παρεδωκαμεν υμιν δια του κυριου ημων ιησου
1Th 4:3 τουτο γαρ εστιν θελημα θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνιας
1Th 4:4 ειδεναι εκαστον υμων κτασθαι το εαυτου σκευος εν αγιασμω και τειμη
1Th 4:5 μη εν παθι επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον
1Th 4:6 το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος κυριος περι παντων τουτων καθως και προειπαμεν υμιν και διεμαρτυραμεθα
1Th 4:7 ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω
1Th 4:8 τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα θεον τον και διδοντα το πνευμα αυτου το αγιον εις υμας
1Th 4:9 περι δε της φιλαδελφιας ου χριαν εχομεν γραφιν υμειν αυτοι γαρ υμις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους
1Th 4:10 και γαρ ποιειτε αυτο εις παντας τους αδελφους εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον
1Th 4:11 και φιλοτειμισθαι ησυχαζειν και πρασσιν τα ιδια και εργαζεσθαι ταις χερσιν υμω καθως υμιν παρηνγιλαμεν
1Th 4:12 ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χριαν εχητε
1Th 4:13 ου θελομεν δε υμας αγνοειν αδελφοι περι των κεκοιμημενων ινα μη λυπισθε ως και οι λοιποι οι μη εχοντες ελπιδα
1Th 4:14 ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω
1Th 4:15 τουτο γαρ υμειν λεγομεν εν λογω κυριου οτι ημεις οι ζωντες οι περιλιπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας
1Th 4:16 οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχανγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτοι
1Th 4:17 επιτα ημις οι ζωντες οι περιλιπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις υπαντησιν τω χριστω εις αερα και ουτως παντες συν κυριω εσομεθα
1Th 4:18 ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις
1Th 5:1 περι δε των χρονων και των καιρων αδελφοι ου χριαν εχετε υμιν γραφεσθαι
1Th 5:2 αυτοι γαρ ακριβως οιδατε οτι ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται
1Th 5:3 οταν δε λεγωσιν ειρηνη και ασφαλια τοτε εφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδειν η εν τη εν γαστρι εχουση και ου μη εκφευξονται
1Th 5:4 υμις δε αδελφοι ουκ εστε εν σκοτι ινα υμας η ημερα ως κλεπτης καταλαβη
1Th 5:5 παντες γαρ υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εστε νυκτος ουδε σκοτους
1Th 5:6 αρα ουν μη καθευδωμεν ως και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν
1Th 5:7 οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν
1Th 5:8 ημις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας
1Th 5:9 οτι ουκ εθετο ημας ο θεος εις οργην αλλ ις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου
1Th 5:10 του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζωμεν
1Th 5:11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε
1Th 5:12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας
1Th 5:13 και ηγεισθαι αυτους υπερεκπερισσως εν αγαπη δια το εργον αυτων ειρηνευετε εν αυτοις
1Th 5:14 παρακαλουμεν δε αδελφοι νουθετειτε τους ατακτους παραμυθιτε τους ολιγοψυχους αντεχεσθαι των ασθενων μακροθυμειτε προς παντας
1Th 5:15 ορατε μη τις κακον αντι κακου τινι αποδοιη αλλα παντοτε το αγαθον διωκετε εις αλληλους και εις παντας
1Th 5:16 παντοτε χαιρετε
1Th 5:17 αδιαλινπτως προσευχεσθαι
1Th 5:18 εν παντι ευχαριστειτε τουτο γαρ εστιν θελημα θεου εν χριστω ιησου εις υμας
1Th 5:19 το πνευμα μη ζβεννυτε
1Th 5:20 προφητιας μη εξουθενιτε
1Th 5:21 παντα δε δοκιμαζετε το καλον κατεχετε
1Th 5:22 απο παντος ειδους πονηρου απεχεσθαι
1Th 5:23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθιην
1Th 5:24 πιστος ο καλων υμας ος και ποιησει
1Th 5:25 αδελφοι προσευχεσθαι και περι ημω
1Th 5:26 ασπασασθαι τους αδελφους παντας εν φιληματι αγιω
1Th 5:27 ενορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολη πασι τοις αδελφοις
1Th 5:28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων
2Th 1:1 παυλος και σιλβανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω χριστω ιησου
2Th 1:2 χαρις υμειν και ειρηνη απο θεου πατρος και κυριου ιησου χριστου
2Th 1:3 ευχαριστιν οφιλομεν τω θεω παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμων και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους
2Th 1:4 ωστε ημας αυτους εν υμιν καυχασθαι εν ταις εκκλησιαις του θεου υπερ της υπομονης υμων και πιστεως εν πασιν τοις διωγμοις υμων και θλιψεσιν αις ανεχεσθαι
2Th 1:5 ενδιγμα της δικαιας κρισεως του θεου εις το καταξιωθηναι υμας της βασιλιας του θεου υπερ ης και πασχετε
2Th 1:6 ειπερ δικαιον παρα θεω ανταποδουναι τοις θλιβουσιν υμας θλιψιν
2Th 1:7 και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ ανγελων δυναμεως αυτου
2Th 1:8 εν φλογι πυρος διδους εκδικησιν τοις μη ειδοσιν θεον και τοις μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου
2Th 1:9 οιτινες δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου κυριου και απο της δοξης της ισχυος αυτου
2Th 1:10 οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και ενθαυμασθηναι εν πασιν τοις πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμας εν τη ημερα εκεινη
2Th 1:11 εις ο και προσευχομεθα παντοτε και περι υμων ινα υμας αξιωση της κλησεως ο θεος και πληρωση πασαν ευδοκιαν αγαθοσυνης και εργον πιστεως εν δυναμει
2Th 1:12 οπως ενδοξασθη το ονομα του κυριου ημων ιησου εν υμει και υμεις εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου
2Th 2:1 ερωτωμεν δε υμας αδελφοι υπερ της παρουσιας του κυριου ημων ιησου χριστου και ημων επισυναγωγης επ αυτον
2Th 2:2 εις το μη ταχεως σαλευθηναι υμας απο του νοος υμων μηδε θροεισθαι μητε δια πνευματος μηδε δια λογου μητε δι επιστολης ως δι ημων ως οτι ενεστηκεν ημερα του κυριου
2Th 2:3 μη τις υμας εξαπατηση κατα μηδενα τροπον οτι εαν μη ελθη η αποστασια πρωτον και αποκαλυφθη ο ανθρωπος της αμαρτιας ο υιος της απωλιας
2Th 2:4 ο αντικειμενος και υπεραιρομενος επι παντα λεγομενον θεον η σεβασμα ωστε αυτον εις τον ναον του θεου καθισαι αποδεικνυντα εαυτον οτι εστιν θεος
2Th 2:5 ου μνημονευετε οτι ετι εμου οντος προς υμας ταυτα ελεγον υμιν
2Th 2:6 και νυν το κατεχον οιδατε εις το αποκαλυφθηναι αυτον εν τω εαυτου καιρω
2Th 2:7 το γαρ μυστηριον ηδη ενεργειται της ανομιας μονον ο κατεχων αρτι εως εκ μεσου γενητε
2Th 2:8 και τοτε αποκαλυφθησεται ο ανομος ον ο κυριος ιησους ανελει τω πνευματι του στοματος αυτου και καταργισει την επιφανιαν της παρουσιας αυτου
2Th 2:9 ου εστιν η παρουσια κατ ενεργιαν του σατανα εν παση δυναμι και σημιοις και τερασιν ψευδους
2Th 2:10 και εν παση απατη της αδικιας τοις απολλυμενοις ανθ ων την αγαπην της αληθιας χριστου ουκ εδεξαντο εις το σωθηναι αυτους
2Th 2:11 δια τουτο πενπει αυτοις ο θεος ενεργιαν πλανης εις το πιστευσαι αυτους τω ψευδι
2Th 2:12 ινα κριθωσιν παντες οι μη πιστευσαντες τη αληθια αλλ ευδοκησαντες τη αδικια
2Th 2:13 ημις δε οφιλομεν ευχαριστιν τω θεω παντοτε περι υμων αδελφοι ηγαπημενοι υπο θεου οτι ειλατο ημας ο θεος απ αρχης εις σωτηριαν εν αγιασμω πνευματος και πιστι αληθιας
2Th 2:14 εις ο εκαλεσεν ημας δια του ευαγγελιου ημων εις περιποιησιν δοξης του κυριου ημων ιησου χριστου
2Th 2:15 αρα ουν αδελφοι στηκετε και κρατειτε τας παραδοσις ημω ας εδειδαχθητε ειτε δια λογου ειτε δι επιστολης ημων
2Th 2:16 αυτος δε ο κυριος ημων ιησους χριστος και θεος ο πατηρ ημων ο αγαπησας ημας και δους παρακλησιν αιωνιαν και ελπιδα αγαθην εν χαριτι
2Th 2:17 παρακαλεισθαι υμων τας καρδιας και στηριξαι εν παντι εργω και λογω αγαθω
2Th 3:1 το λοιπον προσευχεσθαι περι ημων αδελφοι ινα ο λογος του κυριου τρεχη και δοξαζητε καθως και προς υμας
2Th 3:2 και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστις
2Th 3:3 πιστος δε εστιν ο θεος ος στηριξει υμας και φυλαξει απο του πονηρου
2Th 3:4 πεποιθαμεν δε εν κυριω εφ υμας οτι α παραγγελλομεν ποιειτε και ποιησατε
2Th 3:5 ο δε κυριος κατευθυναι τας καρδιας υμων εις την αγαπην του θεου και εις την υπομονην του χριστου
2Th 3:6 παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου ιησου χριστου στελλεσθαι υμας απο παντος αδελφου περιπατουντος ατακτως και μη κατα την παραδοσιν ην ελαβοσαν παρ ημων
2Th 3:7 αυτοι γαρ οιδατε πως δει μιμεισθαι ημας οτι ουκ ητακτησαμεν εν υμειν
2Th 3:8 ουδε δωρεαν αρτον εφαγομε παρα τινος αλλ εν κοπω και μοχθω νυκτα και ημεραν εργαζομενοι προς το μη επιβαρησαι τινα υμω
2Th 3:9 ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτους τυπον δωμεν υμιν εις το μιμισθαι ημας
2Th 3:10 και γαρ οτε ημεν προς υμας τουτο παρανγελλομεν υμιν οτι ει τις μη θελει εργαζεσθαι μηδε εσθιετω
2Th 3:11 ακουομεν γαρ τινας εν υμιν περιπατουντας ατακτως μηδεν εργαζομενους αλλα περιεργαζομενους
2Th 3:12 τους δε τοιουτους παρανγελλομεν και παρακαλουμεν εν κυριω ιησου χριστου ινα μετα ησυχιας εργαζομενοι τον εαυτων αρτον εσθιωσιν
2Th 3:13 υμις δε αδελφοι μη ενκακειτε καλοποιουντες
2Th 3:14 ει δε τις ουχ υπακουει τω λογω ημων δια της επιστολης τουτον σημιουσθαι και μη συναναμισγεσθαι αυτω ινα εντραπη
2Th 3:15 μη ως εχθρον ηγισθαι αλλα νουθετειτε ως αδελφον
2Th 3:16 αυτος δε ο κυριος της ειρηνης δωη υμιν την ειρηνην δια παντος εν παντι τοπω ο κυριος μετα παντων υμων
2Th 3:17 ο ασπασμος τη εμη χειρι παυλου ο εστιν σημιον εν παση επιστολη ουτως γραφω
2Th 3:18 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
1Ti 1:1 παυλος αποστολος χριστου ιησου κατ επιταγην θεου του σωτηρος ημων και χριστου ιησου της ελπιδος ημων
1Ti 1:2 τειμοθεω γνησιω τεκνω εν πιστι χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων
1Ti 1:3 καθως παρεκαλεσα σαι περιμιναι εν εφαισω πορευομενος εις μακεδονιαν ινα παραγγιλης τισιν μη ετεροδιδασκαλιν
1Ti 1:4 μηδε προσεχιν μυθοις και γενεαλογιαις απεραντοις αιτινες ζητησις παρεχουσιν μαλλον η οικοδομην θεου την εν πιστι
1Ti 1:5 το δε τελος της παραγγελιας εστι αγαπη εκ καθαρας καρδιας και συνιδησεως αγαθης και πιστεως ανυποκριτου
1Ti 1:6 ων τινες αστοχησαντες εξετραπησαν εις ματεολογιαν
1Ti 1:7 θελοντες ειναι νομοδιδασκαλοι μη νοουντες μητε α λεγουσιν μητε περι τινων διαβεβαιουντε
1Ti 1:8 οιδαμεν δε οτι καλος ο νομος εαν τις αυτω νομιμως χρηται
1Ti 1:9 ιδως τουτο οτι δικαιω νομος ου κειται ανομοις δε και ανυποτακτοις και ασεβεσιν και αμαρτωλοις ανοσιοις και βεβηλοις πατρολωες και μητρολωες ανδροφονοις
1Ti 1:10 πορνοις αρσενοκοιταις ανδραποδισταις ψευσταις εφιορκοις και ει τι ετερον τη υγιαινουση διδασκαλια αντικειται
1Ti 1:11 τη κατα το ευανγελιον της δοξης του μακαριου θεου ο επιστευθην εγω
1Ti 1:12 και χαριν εχω τω ενδυναμωσαντι με εν χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενος εις διακονιαν
1Ti 1:13 το προτερον οντα βλασφημον και διωκτην και υβριστην αλλα δια τουτο ηλεηθην οτι αγνοων εποιησα τη απιστια
1Ti 1:14 υπερεπλεονασεν δε η χαρις του κυριου ημων μετα πιστεως και αγαπης της εν χριστω ιησου
1Ti 1:15 πιστος ο λογος και πασης αποδοχης αξιος οτι χριστος ιησους ηλθεν εις τον κοσμον αμαρτωλους σωσαι ων πρωτος ειμι εγω
1Ti 1:16 αλλα δια τουτο ηλεηθην ινα εν εμοι ενδειξηται χριστος ιησους την πασαν μακροθυμιαν αυτου προς υποτυπωσιν των μελλοντω πιστευειν επ αυτω εις ζωην αιωνιον
1Ti 1:17 τω δε βασιλει των αιωνων αθανατω αορατω μονω θεω τειμη και δοξα εις τους αιωνας των αιωνων αμην
1Ti 1:18 ταυτην την παρανγελιαν παρατιθεμε σοι τεκνον τιμοθεε κατα τας προαγουσας επι σε προφητιας ινα στρατευση εν αυταις την καλην στρατιαν
1Ti 1:19 εχων πιστιν και αγαθην συνιδησιν ην τινες απωσαμενοι περι την πιστιν εναυαγησαν
1Ti 1:20 ων εστιν υμαινεος και αλεξανδρος ους παρεδωκα τω σατανα ινα παιδευθωσιν μη βλασφημειν
1Ti 2:1 παρακαλει ουν πρωτον παντων ποιεισθαι δεησεις προσευχας εντευξεις ευχαριστιας υπερ παντων ανθρωπων
1Ti 2:2 υπερ βασιλεων και παντων των εν υπεροχη οντω ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν ευσεβια και σεμνοτητι
1Ti 2:3 τουτο γαρ καλον και αποδεκτον ενωπιον του σωτηρος ημων θεου
1Ti 2:4 ος παντας ανθρωπους θελει σωθηναι και εις επιγνωσιν αληθιας ελθειν
1Ti 2:5 εις γαρ θεος εις και μεσειτης θεου και ανθρωπων ανθρωπος χριστος ιησους
1Ti 2:6 ο δους εαυτον αντιλυτρον υπερ παντων ου το μαρτυριον καιροις ιδιοις εδοθη
1Ti 2:7 εις ο ετεθην εγω κηρυξ και αποστολος αληθιαν λεγω ου ψευδομαι διδασκαλος εθνων εν πιστει και αληθεια
1Ti 2:8 βουλομαι ουν τους ανδρας προσευχεσθαι εν παντι τοπω επαιροντας οσιους χειρας χωρις οργης και διαλογισμου
1Ti 2:9 ωσαυτως και γυναικας εν καταστολη κοσμιως μετα σωφροσυνης και αιδους κοσμιν εαυτας μη εν πλεγμασιν και χρυσω η μαργαριταις η ειματισμω πολυτελει
1Ti 2:10 αλλ ο πρεπι γυναιξιν επαγγελλομεναις θεοσεβιαν δι εργων αγαθων
1Ti 2:11 γυνη εν ησυχια μανθανετω εν παση υποταγη
1Ti 2:12 διδασκιν δε γυναικι ουκ επιτρεπω ουδε αυθεντειν ανδρος αλλ ειναι εν ησυχια
1Ti 2:13 αδαμ γαρ πρωτος επλασθη ειτα ευα
1Ti 2:14 και αδαμ ουκ ηπατηθη η δε γυνη εξαπατηθεισα εν παραβασει γεγονεν
1Ti 2:15 σωθησεται γαρ δια της τεκνογονιας εαν μινωσιν εν πιστι και αγαπη και αγιασμω μετα σωφροσυνης
1Ti 3:1 ανθρωπινος ο λογος ει τις επισκοπης ορεγετε καλου εργου επιθυμι
1Ti 3:2 δει ουν τον επισκοπον ανεπιλημπτον ειναι μιας γυναικος ανδρα νηφαλιον σωφρονα κοσμιον φιλοξενον διδακτικον
1Ti 3:3 μη παροινον μη πληκτην αλλ επιεικη αμαχον αφιλαργυρον
1Ti 3:4 του ιδιου οικου καλως προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασης σεμνοτητος
1Ti 3:5 ει δε τις του ιδιου οικου προστηναι ουκ οιδεν πως εκκλησιας θεου επιμελησεται
1Ti 3:6 μη ναιοφυτον ινα μη τυφωθις εις κριμα ενπεση του διαβολου
1Ti 3:7 δει δε αυτον και μαρτυριαν εχειν καλην απο των εξωθεν ινα μη εις ονιδισμον ενπεση και εις παγιδα του διαβολου
1Ti 3:8 διακονους ωσαυτως σεμνους μη διλογους μη οινω πολλω προσεχοντας μη αισχροκερδις
1Ti 3:9 εχοντας το μυστηριον της πιστεως εν καθαρα συνειδησει
1Ti 3:10 και ουτοι δε δοκιμαζεσθωσαν πρωτον και ουτω διακονιτωσαν ανεγκλητοι οντες
1Ti 3:11 γυναικας ωσαυτως σεμνας μη διαβολους νηφαλιους πιστας εν πασιν
1Ti 3:12 διακονοι εστωσαν μιας γυναικος ανδρες τεκνων καλων προισταμενοι και των ιδιων οικων
1Ti 3:13 οι γαρ καλως διακονησαντες βαθμον εαυτοις καλον περιποιουνται και πολλην παρρησιαν εν πιστι τη εν χριστω ιησου
1Ti 3:14 ταυτα σοι γραφω ελπιζων ελθιν προς σε εν ταχει
1Ti 3:15 εαν δε βραδυνω ινα ιδης πως δει σε εν οικω θεου αναστρεφεσθαι ητις εστιν εκκλησια θεου ζωντος στυλος και εδραιωμα της αληθιας
1Ti 3:16 και ομολογουμεν ως μεγα εστιν το της ευσεβιας μυστηριον ο εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανελημφθη εν δοξη
1Ti 4:1 το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις διδασκαλιαις δαιμονιων
1Ti 4:2 εν υποκρισει ψευδολογων κεκαυτηριασμενων την συνιδησιν εαυτων
1Ti 4:3 κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταλημψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσιν την αληθιαν αυτου
1Ti 4:4 οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον
1Ti 4:5 αγιαζεται γαρ δια λογου θεου και εντευξεσιν
1Ti 4:6 ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος χριστου ιησου εντρεπομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας
1Ti 4:7 τους δε βεβηλους και γραωδις μυθους παραιτου γυμναζε σεαυτον προς ευσεβιαν
1Ti 4:8 η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης
1Ti 4:9 πιστος ο λογος και πασης αποδοχης αξιος
1Ti 4:10 εις τουτο γαρ κοπιωμεν και ονιδιζομεθα οτι ηλπισαμεν επι θεον ζωντα ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων
1Ti 4:11 παραγγελλε ταυτα και διδασκε
1Ti 4:12 μηδις σου της νεοτητος καταφρονειτω αλλα τυπος γεινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πιστει εν αγνεια
1Ti 4:13 εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια
1Ti 4:14 μη αμελι του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου
1Ti 4:15 ταυτα μελετα εν τουτοις εισθι ινα σου η προκοπη φανερα η πασιν
1Ti 4:16 επεχε σεαυτω και τη διδασκαλεια επιμενε εν αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου
1Ti 5:1 πρεσβυτερω μη επιπληξης αλλα παρακαλει ως πατερα νεωτερους ως αδελφους
1Ti 5:2 πρεσβυτερας ως μητερας νεωτερας ως αδελφας εν παση αγνεια
1Ti 5:3 χηρας τειμα τας οντως χηρας
1Ti 5:4 ει δε τις χηρα τεκνα η εγγονα εχει μαθετωσαν πρωτον των ιδιων οικων ενσεβειν και αμοιβας αποδιδοναι τοις προγονοις τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου
1Ti 5:5 η δε οντως χηρα και μεμονωμενη ηλπικεν επι τον κυριον και προσμενει ταις δεησεσιν και ταις προσευχαις νυκτος και ημερας
1Ti 5:6 η δε σπαταλωσα ζωσα τεθνηκεν
1Ti 5:7 και ταυτα παραγγελλε ινα ανεπιλημπτοι ωσιν
1Ti 5:8 ει δε τις των ιδιων και μαλιστα οικιων ου προνοειτε την πιστιν ηρνητε και εστιν απιστου χειρων
1Ti 5:9 χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενος ανδρος γυνη
1Ti 5:10 εν εργοις καλοις μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδας ενιψεν ει θλιβομενοις επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν
1Ti 5:11 νεωτερας δε χηρας παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμιν θελουσιν
1Ti 5:12 εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν
1Ti 5:13 αμα δε και αργαι μανθανουσιν περιερχομεναι τας οικιας ου μον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα
1Ti 5:14 βουλομαι ουν τας νεωτερας γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριας χαριν
1Ti 5:15 ηδη γαρ τινες εξετραπησαν οπισω του σατανα
1Ti 5:16 ει τις πιστος η πιστη εχει χηρας επαρκειτω αυταις και μη βαρισθω η εκκλησια ινα ταις οντως χηραις επαρκεση
1Ti 5:17 οι καλως προεστωτες πρεσβυτεροι διπλης τειμης αξιουσθωσαν μαλιστα οι κοπιωντες εν λογω και διδασκαλεια
1Ti 5:18 λεγει γαρ η γραφη βουν αλοωντα ου κημωσεις και αξιος ο εργατης του μισθου αυτου
1Ti 5:19 κατα πρεσβυτερου κατηγορειαν μη παραδεχου εκτος ει μη επι δυο η τριων μαρτυρων
1Ti 5:20 τους δε αμαρτανοντας ενωπιον παντων ελενχε ινα και οι λοιποι φοβον εχωσιν
1Ti 5:21 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξης χωρις προκριματος μηδεν ποιων κατα προσκλησιν
1Ti 5:22 χειρας ταχεως μηδενι επιτιθου μηδε κοινωνει αμαρτιαις αλλοτριαις σεαυτον αγνον τηρει
1Ti 5:23 μηκετι υδροποτι αλλα οινω ολιγω χρω δια τον στομαχον και τας πυκνας σου ασθενειας
1Ti 5:24 τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εις κρισιν τισιν δε και επακολουθουσιν
1Ti 5:25 ωσαυτως και τα εργα τα καλα προδηλα εισιν και τα αλλως εχοντα κρυβηναι ου δυνανται
1Ti 6:1 οσοι εισιν υπο ζυγον δουλοι τους ιδιους δεσποτας πασης τειμης αξιους ηγισθωσαν ινα μη το ονομα του κυριου και η διδασκαλια βλασφημητε
1Ti 6:2 οι δε πιστους εχοντας δεσποτας μη καταφρονιτωσαν οτι αδελφοι εισιν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι της ευεργεσιας αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει
1Ti 6:3 ει τις ετεροδιδασκαλει και μη προσερχεται υγιαινουσιν λογοις τοις του κυριου ημων ιησου χριστου και τη κατ ευσεβιαν ουση διδασκαλεια
1Ti 6:4 τετυφωται μηδεν επισταμενος αλλα νοσων περι ζητησεις και λογομαχιας εξ ων γεννωνται φθονοι ερεις βλασφημιαι υπονοιαι πονηραι
1Ti 6:5 διαπαρατριβαι διεφθαρμενων ανθρωπων τον νουν και απεστραμμενων απο της αληθιας νομιζοντων πορισμον ειναι την ευσεβιαν
1Ti 6:6 εστιν δε πορισμος μεγας η ευσεβια μετα αυταρκιας
1Ti 6:7 ουδεν γαρ εισηνεγκαμεν εις τον κοσμον αληθες οτι ουδε εξενεγκειν τι δυναμεθα
1Ti 6:8 εχοντες δε διατροφην και σκεπασματα τουτοις αρκεσθησομεθα
1Ti 6:9 οι δε βουλομαινοι πλουτειν ενπιπτουσιν εις πιρασμον και παγιδα του διαβολου και επιθυμιας πολλας ανοητους και βλαβερας αιτινες βυθιζουσιν τους ανθρωπους εις ολεθρον και απωλιαν
1Ti 6:10 ριζα γαρ παντων κακων εστιν η φιλαργυρια ης τινες ορεγομενοι απεπλανηθησαν απο της πιστεως και εαυτους περιεπειραν οδυναις πολλαις
1Ti 6:11 συ δε ω ανθρωπε του θεου ταυτα φευγε διωκε δε δικαιοσυνην ευσεβιαν πιστιν αγαπην υπομονην πραυτητα
1Ti 6:12 αγωνιζου τον καλον αγωνα της πιστεως επιλαβου της αιωνιου ζωης εις ην εκληθης και ωμολογησας την καλην ομολογιαν ενωπιον πολλων μαρτυρων
1Ti 6:13 παραγγελλω σοι ενωπιον του θεου του ζωογονουντος τα παντα και χριστου ιησου του μαρτυρησαντος επι ποντιου πειλατου την καλην ομολογιαν
1Ti 6:14 τηρησαι την εντολην ασπιλον και ανεπιλημπτον μεχρι της επιφανιας του κυριου ημων ιησου χριστου
1Ti 6:15 ην καιροις ιδιοις δειξαι ο μακαριος και μονος δυναστης ο βασιλευς των βασιλευοντων και κυριος των κυριευοντων
1Ti 6:16 ο μονος εχων αθανασιαν και φως οικων απροσειτον ον ειδεν ουδις ανθρωπων ουδε ιδειν δυναται ω τειμη και κρατος αιωνιον αμην
1Ti 6:17 τοις πλουσιοις του νυν αιωνος παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτω αδηλοτητι αλλ επι θεω ζωντι τω παρεχοντι ημιν παντα πλουσιως εις απολαυσιν
1Ti 6:18 αγαθοεργειν πλουτειν εν εργοις καλοις ευμεταδοτους ειναι κοινωνικους
1Ti 6:19 αποθησαυριζειν εαυτοις θεμελιον καλον εις το μελλον ινα επιλαβωνται της οντως ζωης
1Ti 6:20 ω τειμοθεε την παραθηκην φυλαξον εκτρεπομενος τας βεβηλους κενοφωνιας και αντιθεσεις της ψευδωνυμου γνωσεως
1Ti 6:21 ην τινες επαγγελλομενοι περι την πιστιν ηστοχησαν η χαρις μετα σου
2Ti 1:1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου κατ επαγγελιαν ζωης της εν χριστω ιησου
2Ti 1:2 τειμοθεω αγαπητω τεκνω χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων
2Ti 1:3 χαριν εχω τω θεω μου ω λατρευω απο προγονων εν καθαρα συνιδησει ως αδιαλινπτον εχω την περι σου μνιαν εν ταις δεησεσιν μου νυκτος και ημερας
2Ti 1:4 επιποθων σε ιδειν μεμνημενος σου των δακρυω ινα χαρας πληρωθω
2Ti 1:5 υπομνησιν λαμβανω τη εν σοι ανυποκριτου πιστεως ητις ενοικησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνικη πεπισμε δε οτι και εν σοι
2Ti 1:6 δι ην αιτιαν υπομιμνησκω σε αναζωοπυριν το χαρισμα του θεου ο εστιν εν σοι δια της επιθεσεως των χειρων μου
2Ti 1:7 ου γαρ εδωκεν ημιν ο θεος πνευμα διλιας αλλα δυναμεως και αγαπης και σωφρονισμου
2Ti 1:8 μη ουν επαισχυνθης το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συνκακοπαθησον τω ευαγγελιω κατα δυναμιν του θεου
2Ti 1:9 του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατ ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων
2Ti 1:10 φανερωθισαν δε νυν δια της επιφανιας του σωτηρος ημων χριστου ιησου του καταργησαντος μεν τον θανατο φωτισαντος δε την ζωην και αφθαρσιαν δια του ευαγγελιου
2Ti 1:11 εις ο ετεθην εγω κηρυξ και αποστολος και διδασκαλος εθνων
2Ti 1:12 δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπισμε οτι δυνατος εστιν την παραθηκην φυλαξαι εις εκεινην την ημεραν
2Ti 1:13 υποτυπωσιν εχε υγιαινοντων λογων ων παρ εμου ηκουσας εν πιστι και αγαπης της εν χριστω ιησου
2Ti 1:14 την καλην παραθηκην φυλαξον δια πνευματος αγιου του ενοικουντος εν ημειν
2Ti 1:15 οιδας τουτο οτι απεστραφησαν με παντες οι εν τη ασια ων εστιν φυγελος και ερμογενης
2Ti 1:16 δωη ελεος ο κυριος τω ονησιφορου οικω οτι πολλακις με ανεψυξεν και την αλυσιν μου ουκ επεσχυνθη
2Ti 1:17 αλλα γενομενος εν ρωμη σπουδεως εζητησεν με και ευρεν
2Ti 1:18 δωη αυτω ο κυριος ευρειν ελαιος παρα θεω εν τη ημερα εκεινη και οσα εν εφεσω διηκονησεν βελτειον συ γεινωσκεις
2Ti 2:1 συ ουν τεκνον μου ενδυναμου εν τη χαριτει τη εν χριστω ιησου
2Ti 2:2 και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι
2Ti 2:3 συνκακοπαθησον ως καλος συνστρατιωτης χριστου ιησου
2Ti 2:4 ουδις στρατευομενος ενπλεκεται ταις του βιου πραγματιαις ινα τω στρατολογησαντι αρεση
2Ti 2:5 εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση
2Ti 2:6 τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν
2Ti 2:7 νοει α λεγω δωσει γαρ σοι ο κυριος συνεσιν εν πασιν
2Ti 2:8 μνημονευειν χριστον ιησουν εγηγερμενον εκ νεκρων εκ σπερματος δαυειδ κατα το ευαγγελιον μου
2Ti 2:9 εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλα ο λογος του θεου ου δεδεται
2Ti 2:10 δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου
2Ti 2:11 πιστος ο λογος ει γαρ συναπεθανομεν και συνζησομεν
2Ti 2:12 ει υπομενομεν και συνβασιλευομεν ει αρνουμεθα κακεινος αρνησεται ημας
2Ti 2:13 ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι γαρ εαυτον ου δυναται
2Ti 2:14 ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον κυριου μη λογομαχειν εις ουδεν χρησιμον επι καταστροφη των ακουοντων
2Ti 2:15 σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπισχυντον ορθοτομουντα τον λογον της αληθιας
2Ti 2:16 τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλιον γαρ προκοψουσιν ασεβεις
2Ti 2:17 και ο λογος αυτων ως γανγραινα νομην εξει ων εστιν υμαινεος και φιλητος
2Ti 2:18 οιτινες περι την αληθιαν ηστοχησαν λεγοντες την αναστασιν ηδη γεγονεναι και την πιστιν την τινων ανατρεπουσιν
2Ti 2:19 ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα κυριου
2Ti 2:20 εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τειμην α δε εις ατιμειαν
2Ti 2:21 εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εστε σκευος εις τειμην ηγιασμενον ευχρηστον τω δεσποτη προς παν εργον αγαθον ητοιμασμενον
2Ti 2:22 τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας
2Ti 2:23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας
2Ti 2:24 δουλον δε κυριου ου δει μαχεσθαι αλλα νηπιον ειναι προς παντας διδακτικον ανεξικακον
2Ti 2:25 εν πραυτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δωη αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθιας
2Ti 2:26 και αναλημψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα
2Ti 3:1 τουτο δε γεινωσκε οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι
2Ti 3:2 εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονες υπερηφανοι βλασφημοι γονευσιν απιθεις αχαριστοι ανοσιοι
2Ti 3:3 ασπονδοι αστοργοι διαβολοι ακρατεις ανημεροι αφιλαγαθοι
2Ti 3:4 προδοται προπετεις τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι
2Ti 3:5 εχοντες μορφωσιν ευσεβιας την δε δυναμιν αυτης ηρνημενοι και τουτους αποτρεπου
2Ti 3:6 εκ τουτων γαρ εισιν οι ενδυνοντες εις τας οικιας και εκμαλωτιζοντες γυναικαρια σεσωρευμενα αμαρτιαις αγομενα επιθυμιαις ποικιλαις
2Ti 3:7 παντοτε μανθανοντα και μηδεποτε εις επιγνωσιν αληθιας ελθιν δυναμενα
2Ti 3:8 ον τροπον δε ιαννης και ιαμβρης αντεστησαν μωυσει ουτως και ουτοι αντιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν
2Ti 3:9 αλλ ου προκοψουσιν επι πλιον η γαρ ανοια αυτων εκδηλος εστιν πασιν ως και η εκεινων εγενετο
2Ti 3:10 συ δε παρηκολουθηκας μοι τη διδασκαλια τη αγαπη τη προθεσει τη πιστι τη μακροθυμια τη αγαπη τη υπομονη
2Ti 3:11 τοις διωγμοις τοις παθημασιν οια μοι εγενετο εν αντιοχια εν εικονιω εν λυστροις οιους διωγμους υπηνεγκα και εκ παντων με ερυσατο ο θεος
2Ti 3:12 και παντες δε οι θελοντες ευσεβως ζην εν χριστω ιησου διωχθησονται
2Ti 3:13 πονηροι δε ανθρωποι και γοηται προκοψουσιν επι το χειρον πλανωντες και πλανωμενοι
2Ti 3:14 συ δε μενε εν οις εμαθες και επιστωθης ειδως παρα τινος εμαθες
2Ti 3:15 και οτι απο βρεφους ιερα γραμματα οιδες τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου
2Ti 3:16 πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγχον προς επανορθωσιν προς παιδιαν την εν δικαιοσυνη
2Ti 3:17 ινα τελιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος
2Ti 4:1 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου του μελλοντος κρινειν ζωντας και νεκρους και την επιφανιαν αυτου και την βασιλιαν αυτου
2Ti 4:2 κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη
2Ti 4:3 εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα προς τας ιδιας επιθυμιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην
2Ti 4:4 και απο μεν της αληθιας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται
2Ti 4:5 συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησο
2Ti 4:6 εγω γαρ ηδη σπενδομαι και ο καιρος της εμης αναλυσεως εφεστηκεν
2Ti 4:7 τον αγωνα τον καλον ηγωνισμε τον δρομον τετελεκα την πιστιν τετηρηκα
2Ti 4:8 λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και τοις ηγαπηκοσιν την επιφανιαν αυτου
2Ti 4:9 σπουδασον ελθειν προς εμε ταχεως
2Ti 4:10 δημας με γαρ κατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματια
2Ti 4:11 λουκας εστιν συν εμοι μονος μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν
2Ti 4:12 τυχικον δε απεστιλα εις εφεσον
2Ti 4:13 τον φελονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα δε τας μενβρανας
2Ti 4:14 αλεξανδρος ο χαλκεους πολλα μοι κακα ενεδειξατο αποδωσει αυτω ο κυριος κατα τα εργα αυτου
2Ti 4:15 ον και συ φυλασσου λιαν γαρ αντεστη τοις ημετεροις λογοις
2Ti 4:16 εν τη πρωτη μου απολογια ουδις μοι συνπαρεγενετο αλλα παντες με ενκατελιπον μη αυτοις λογισθιη
2Ti 4:17 ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουσωσιν παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος
2Ti 4:18 ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλιαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην
2Ti 4:19 ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον
2Ti 4:20 εραστος εμινεν εν κορινθω τροφιμον δε απελιπον ασθενουντα εν μιλητω
2Ti 4:21 σπουδασον προ χειμωνος ελθειν ασπαζετε σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι παντες
2Ti 4:22 ο κυριος ιησους χριστος μετα του πνευματος σου ερρως εν ειρηνη αμην
Tit 1:1 παυλος δουλος θεου αποστολος δε χριστου κατα πιστιν εκλεκτων θεου και επιγνωσιν αληθιας της κατ ευσεβιαν
Tit 1:2 εφ ελπιδι ζωης αιωνιου ην επηγγιλατο ο αψευδης θεος προ χρονων αιωνιον
Tit 1:3 εφανερωσεν δε καιροις ιδιοις τον λογον αυτου εν κηρυγματι ο επιστευθην εγω κατ επιταγην του σωτηρος ημων θεου
Tit 1:4 τιτω γνησιω τεκνω κατα κοινην πιστιν χαρις και ειρηνη απο θεου πατρος και χριστου ιησου του σωτηρος ημων
Tit 1:5 τουτου χαριν απελιπον σε εν κρητη ινα τα λιποντα επανορθωσης και καταστησης κατα πολιν πρεσβυτερους ως εγω σοι διεταξαμην
Tit 1:6 ει τις εστιν ανενκλητος μιας γυναικος ανηρ τεκνα εχων πιστα μη εν κατηγορια ασωτιας η ανυποτακτα
Tit 1:7 δει γαρ τον επισκοπον ανενκλητον ειναι ως θεου οικονομον μη αυθαδη μη οργιλον μη παροινον μη πληκτην μη αισχροκερδη
Tit 1:8 αλλα φιλοξενον φιλαγαθον σωφρονα δικαιον οσιον ενκρατη
Tit 1:9 αντεχομενον του κατα την διδαχην πιστου λογου ινα δυνατος η και παρακαλειν εν τη διδασκαλεια τη υγιαινουση και τους αντιλεγοντας ελεγχειν
Tit 1:10 εισιν γαρ πολλοι και ανυποτακτοι ματεολογοι και φρεναπαται μαλιστα δε οι εκ της περιτομης
Tit 1:11 ους δι επιστομειζειν οιτινες ολους οικους ανατρεπουσιν διδασκοντες α μη δι εσχρου κερδους χαριν
Tit 1:12 ειπεν τις εξ αυτων ιδιος αυτων προφητης κρηταις αει ψευσταις κακα θηρια γαστερες αργαι
Tit 1:13 η μαρτυρια αυτη αληθης εστιν δι ην αιτιαν ελεγχε αυτους αποτομως ινα υγιαινωσιν εν τη πιστει
Tit 1:14 μη προσεχοντες ιουδαικοις μυθοις και εντολαις ανθρωπων αποστρεφομενων την αληθιαν
Tit 1:15 παντα καθαρα τοις καθαροις τοις δε μεμιανμενοις και απιστοις ουδεν καθαρον αλλα μεμιανται αυτων και ο νους και η συνιδησεις
Tit 1:16 θεον ομολογουσιν ειδεναι τοις δε εργοις αρνουνται βδελυκτοι οντες και απιθεις και προς παν εργον αγαθον αδοκιμοι
Tit 2:1 συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια
Tit 2:2 πρεσβυτας νηφαλαιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη
Tit 2:3 πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μη οινω πολλω δεδουλωμενας καλοδιδασκαλους
Tit 2:4 ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους
Tit 2:5 σωφρονας αγνας οικουρους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημητε
Tit 2:6 τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν
Tit 2:7 περι παντα εαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλεια αφθοριαν σεμνοτητα
Tit 2:8 λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων λεγειν περι ημων φαυλον
Tit 2:9 δουλοι δεσποταις ιδιοις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας
Tit 2:10 μηδε νοσφιζομενους αλλα πασαν πιστιν ενδικνυμενους αγαθην ινα την διδασκαλιαν την του σωτηρος ημων θεου κοσμωσιν εν πασιν
Tit 2:11 επεφανη γαρ η χαρις του θεου σωτηριος πασιν ανθρωποις
Tit 2:12 παιδευουσα ημας ινα αρνησαμενοι την ασεβιαν και κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι
Tit 2:13 προσδεχομενοι την μακαριαν ελπιδα και επιφανιαν της δοξης του μεγαλου θεου και σωτηρος ημων ιησου χριστου
Tit 2:14 ος εδωκεν υπερ ημων εαυτον ινα λυτρωσητε ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
Tit 2:15 ταυτα λαλει και παρακαλει και ελενχε μετα πασης επιταγης μηδις σου περιφρονειτω
Tit 3:1 υπομιμνησκε αυτους αρχαις εξουσιαις υποτασσεσθαι πειθαρχειν προς παν εργον αγαθον ετοιμους ειναι
Tit 3:2 μηδενα βλασφημειν αμαχους εναι επιεικεις πασαν ενδεικνυμενους πραοτητα προς παντας ανθρωπους
Tit 3:3 ημεν γαρ ποτε και ημεις ανοητοι και απιθεις πλανωμενοι δουλευοντες επιθυμιαις και ηδοναις ποικιλαις εν κακια και φθονω διαγοντες μισητοι μεισουντες αλληλους
Tit 3:4 οτε δε η χρηστοτης και η φιλανθρωπια επεφανη του σωτηρος ημων θεου
Tit 3:5 ουκ εξ εργων των εν δικαιοσυνη α εποιησαμεν ημεις αλλα κατα το ελεος αυτου εσωσεν ημας δια λουτρου παλινγενεσιας και ανακαινωσεως δια πνευματος αγιου
Tit 3:6 ο εξεχεεν εφ ημας πλουσιως δια ιησου χριστου του σωτηρος ημων
Tit 3:7 ινα δικαιωθεντες τη εκινου χαριτι κληρονομοι γενηθωμεν κατα ελπιδα ζωης αιωνιου
Tit 3:8 πιστος ο λογος και περι τουτων βουλομαι σε διαβεβαιουσθαι ινα φροντιζωσιν καλων εργων προιστασθαι οι πεπιστευκοτες θεω ταυτα εστιν καλα και ωφελιμα τοις ανθρωποις
Tit 3:9 μωρας δε ζητησεις και γενεαλογιας και ερειν και μαχας νομικας περιστασο εισιν γαρ ανωφελεις και ματεοι
Tit 3:10 αιρετικον ανθρωπον μετα μιαν νουθεσιαν και δυο παραιτου
Tit 3:11 ειδως οτι εξεστραπται ο τοιουτος και αμαρτανει ων αυτοκατακριτος
Tit 3:12 οταν πενψω αρτεμαν προς σε η τυχικον σπουδασον ελθιν προς με εις νικοπολιν εκει γαρ κεκρικα παραχιμασε
Tit 3:13 ζηναν τον νομικον και απολλω σπουδαιως προπενψον ινα μηδεν αυτοις λιπη
Tit 3:14 μανθανετωσαν δε και οι ημετεροι καλων εργων προιστασθαι εις τας αναγκαιας χριας ινα μη ωσιν ακαρποι
Tit 3:15 ασπαζοντε σε οι μετ εμου παντες ασπασαι τους φιλουντας ημας εν πιστει η χαρις του κυριου μετα παντων υμω
Phm 1:1 παυλος αποστολος ιησου χριστου και τειμοθεος αδελφος φιλημονι τω αγαπητω αδελφω και συνεργω ημων
Phm 1:2 και αφφια τη αδελφη και αρχιππω τω συνστρατιωτη ημων και την κατ οικον σου εκκλησιαν
Phm 1:3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
Phm 1:4 ευχαριστω τω θεω μου παντοτε μνιαν σου ποιουμεμος επι των προσευχων μου
Phm 1:5 ακουων σου την πιστιν και την αγαπην ην εχεις εις τον κυριον ιησουν χριστον και εις παντας τους αγιους
Phm 1:6 οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου του εν ημιν εις χριστον ιησουν
Phm 1:7 χαραν γαρ πολλην εσχομεν και παρακλησιν εν τη αγαπη σου οτι τα σπλανχνα των αγιων αναπεπαυται δια σου αδελφε
Phm 1:8 διο πολλην παρρησιαν εχω εν χριστω ιησου επιτασσιν σοι το ανηκον
Phm 1:9 δια την αγαπην μαλλον παρακαλω τοιουτος ων ως παυλος πρεσβυτης νυνει δε και δεσμιος
Phm 1:10 παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοις δεσμοις ονησιμον
Phm 1:11 τον ποτε σοι αχρηστον νυνει δε σοι και εμοι ευχρηστο ον επενψα σοι
Phm 1:12 συ δε αυτον τουτ εστιν τα εμα σπλανχνα προσλαβου
Phm 1:13 ον εγω εβουλομην προς εμαυτον κατεχειν ινα υπερ σου μοι διακονη εν τοις δεσμοις του ευαγγελιου
Phm 1:14 χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι ινα μη ως κατ αναγκην το αγαθον σου η αλλα εκουσιον
Phm 1:15 ταχα γαρ δια τουτο εχωρισθη προς ωραν ινα αιωνιον αυτον απεχης
Phm 1:16 ουκετι ως δουλον αλλα υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω
Phm 1:17 ει ουν με εχεις κοινωνον προσλαβου αυτον ως εμε
Phm 1:18 ει δε τι ηδικησεν σε η οφιλει τουτο εμοι ενλογα
Phm 1:19 εγω παυλος εγραψα τη εμη χειρι εγω αποδωσω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφιλις εν κυριω
Phm 1:20 ναι αδελφε εγω σου ονεμην εν κυριω αναπαυσον μου τα σπλανχνα εν χριστω
Phm 1:21 πεποιθως τη υπακοη σου εγραψα σοι ειδως οτι και υπερ ο λεγω ποιησεις
Phm 1:22 αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμειν
Phm 1:23 ασπαζετε σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου
Phm 1:24 μαρκος αρισταρχος δημας λουκας οι συνεργοι μου
Phm 1:25 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων
Heb 1:1 πολυμερως και πολυτροπως παλαι ο θεος λαλησας τοις πατρασιν εν τοις προφηταις επ εσχατου των ημερων τουτω ελαλησεν ημιν εν υιω
Heb 1:2 ον εθηκεν κληρονομον παντων δι ου και εποιησεν τους αιωνας
Heb 1:3 ος ων απαυγασμα της δοξης και χαρακτηρ της υποστασεως αυτου φερων τε τα παντα τω ρηματι της δυναμεως αυτου δι αυτου καθαρισμον των αμαρτιων ποιησαμενος εκαθισεν εν δεξια της μεγαλοσυνης εν υψηλοις
Heb 1:4 τοσουτω κριττω γενομενος των αγγελων οσω διαφορωτερον παρ αυτους κεκληρονομηκεν ονομα
Heb 1:5 τινι γαρ ειπεν των αγγελων ποτε υιος μου ει συ εγω σημερον γεγεννηκα σε και παλιν εγω εσομαι αυτω εις πατερα και αυτος εστε μοι εις υιον
Heb 1:6 οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εις την οικουμενην λεγει και προσκυνησατωσαν αυτω παντες αγγελοι θεου
Heb 1:7 και προς μεν τους αγγελους αυτου λεγει ο ποιων τους αγγελους αυτου πνευμα και τους λιτουργους αυτου πυρος φλογα
Heb 1:8 προς δε τον υιον ο θρονος σου ο θεος εις τον αιωνα του αιωνος και ραβδος ευθυτητος η ραβδος της βασιλιας σου
Heb 1:9 ηγαπησας δικαιοσυνην και εμισησας ανομιας δια τουτο εχρισεν σε ο θεος ο θεος σου ελεος αγαλλιασεως παρα τους μετοχους σου
Heb 1:10 και συ κατ αρχας κυριε την γην εθεμελιωσας και εργα των χειρων σου εισιν οι ουρανοι
Heb 1:11 αυτοι απολουνται συ δε διαμενις και παντες ως ειματιον παλαιωθησονται
Heb 1:12 και ως περιβολαιον αλλαξις αυτους ως ειματιον αλλαγησονται συ δε ο αυτος ει και τα ετη σου ουκ εκλιψουσι
Heb 1:13 προς τινα δε των αγγελων ειρηκε ποτε καθου εκ δεξιων μου εως θω τους εχθρους σου υποποδιον των ποδων σου
Heb 1:14 ουχι παντες εισιν λειτουργικα πνευματα εις διακονιαν αποστελλομενα δια τους μελλοντας κληρονομιν σωτηριαν
Heb 2:1 δια τουτο δι περισσοτερως προσεχειν ημας τοις ακουσθισιν μηποτε παραρυωμεν
Heb 2:2 ει γαρ ο δι αγγελων λαληθις λογος εγενετο βεβαιος και πασα παραβασις και παρακοη ελαβεν ενδικον μισθαποδοσιαν
Heb 2:3 πως ημις εκφευξομεθα τηλικαυτης αμελησαντες σωτηριας ητις αρχην λαβουσα λαλεισθαι δια του κυριου υπο των ακουσαντων εις ημας εβεβαιωθη
Heb 2:4 συνεπιμαρτυρουντος του θεου σημιοις τε και τερασιν και ποικιλαις δυναμεσι και πνευματος αγιου μερισμοις κατα την του θεου θελησι
Heb 2:5 ου γαρ αγγελοις υπεταξεν την οικουμενην την μελλουσα περι ης λαλουμεν
Heb 2:6 διεμαρτυρατο δε που τις λεγων τι εστιν ανθρωπος οτι μιμνησκη αυτου η υιος ανθρωπου οτι επισκεπτη αυτον
Heb 2:7 ελαττωσας αυτον βραχυ τι παρ αγγελους δοξη και τιμη εστεφανωσας αυτον και κατεστησας αυτον επι τα εργα των χειρων σου
Heb 2:8 παντα υπεταξας υποκατω των ποδων αυτου εν τω γαρ τα παντα υποταξαι αυτω ουδεν αφηκεν αυτω ανυποτακτο νυν δε ουπω ορωμεν αυτω τα παντα υποτεταγμενα
Heb 2:9 τον δε βραχυ τι * παρ αγγελους ηλαττωμενον βλεπομεν ιησουν δια το παθημα του θανατου δοξη και τειμη εστεφανωμενο οπως χαριτι θεου υπερ παντος γευσεται θανατου
Heb 2:10 επρεπεν γαρ αυτω δι ον τα παντα και δι ου τα παντα πολλους υιους εις δοξαν αγαγοντα τον αρχηγον της σωτηριας αυτω δια παθηματων τελιωσαι
Heb 2:11 ο τε γαρ αγιαζων και οι αγιαζομενοι εξ ενος παντες δι ην αιτιαν ουκ επεσχυνεται αδελφους αυτους καλιν
Heb 2:12 λεγων απαγγελω το ονομα σου τοις αδελφοις μου εν μεσω εκκλησιας υμνησω σε
Heb 2:13 και παλιν εγω εσομαι πεποιθως επ αυτω και παλιν ιδου εγω και τα παιδια α μοι εδωκεν ο θεος
Heb 2:14 επι ουν τα παιδια κεκοινωνηκε αιματος και σαρκος και αυτος παραπλησιως μετεσχεν των αυτων παθηματω ινα δια του θανατου θανατον καταργηση τον το κρατος εχοντα του θανατου τουτ εστιν τον διαβολον
Heb 2:15 και απαλλαξη τουτους οσοι φοβω θανατου δια παντος του ζην ενοχοι ησαν δουλιας
Heb 2:16 ου γαρ δηπου αγγελων επιλαμβανετε αλλα σπερματος αβρααμ επιλανβανεται
Heb 2:17 οθεν ωφιλεν κατα παντα τοις αδελφοις ομοιωθηναι ινα ελεημων γενητε και πιστος αρχιερευς τα προς τον θεον εις το ειλασκεσθαι τας αμαρτιας του λαου
Heb 2:18 εν ω γαρ αυτος πεπονθεν πιρασθις δυναται τοις πειραζομενοις βοηθησαι
Heb 3:1 οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησετε τον αποστολο και αρχιερεα της ομολογιας ημων ιησουν
Heb 3:2 πιστον οντα τω ποιησαντι αυτο ως και μωσης εν ολω τω οικω αυτου
Heb 3:3 πλιονος γαρ ουτος δοξης παρα μωυσεως ηξιωται καθ οσον πλιονα τιμην εχει του οικου ο κατασκευασας αυτο
Heb 3:4 πας γαρ οικος κατασκευαζετε υπο τινος ο δε παντα κατασκευασας θεος
Heb 3:5 και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων
Heb 3:6 χριστος δε ως υιος επι τον οικον αυτου ος οικος εσμεν ημις εαν την παρησιαν και το καυχημα της ελπιδος μεχρι τελους βεβαιαν κατασχωμεν
Heb 3:7 διο καθως λεγει το πνευμα το αγιον σημερον εαν της φωνης αυτου ακουσητε
Heb 3:8 μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πιρασμου εν τη ερημω
Heb 3:9 οπου επειρασαν οι πατερες υμων εν δοκιμασια και ειδον τα εργα μου τεσσερακοντα ετη
Heb 3:10 διο προσωχθισα τη γενεα ταυτη και ειπαν αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τας οδους μου
Heb 3:11 ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου
Heb 3:12 βλεπετε αδελφοι μηποτε εστε εν τινι υμων καρδια πονηρα απιστιας εν τω αποστηναι απο θεου ζωντος
Heb 3:13 αλλα παρακαλειτε εαυτους καθ εκαστην ημεραν αχρις ου το ? σημερον καλειται ινα μη σκληρυνθη εξ υμων τις απατη αμαρτιαις
Heb 3:14 μετοχοι γαρ του χριστου γεγοναμεν εανπερ την αρχην της υποστασεως μεχρι τελους βεβαιαν κατασχωμεν
Heb 3:15 εν τω λεγεσθαι σημερον εαν της φωνης αυτου ακουσητε μη σκληρυνετε τας καρδιας υμω ως εν τω παραπικρασμω
Heb 3:16 τινες γαρ ακουσαντες παρεπικραναν αλλ ου παντες οι εξελθοντες εξ αιγυπτου δια μωυσεως
Heb 3:17 τισιν δε προσωχθισεν τεσσερακοντα ετη